no image
DDbDP-text
Request for Payment via HGV-meta
Linked by Trismegistos ID
TM 15937.
Each record below describes this same artifact or text from a different angle.
Γαίῳ Καλπουρνίῳ Λουκίῳ καὶ ὡς χρηματίζει γυμνα σιάρχῳ ἐνάρχῳ πρυτάνει τῆς Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίων Τυράννου Πτολεμαίου μητρὸς Ταυσίριος καὶ Ἄπειτος Πτολλίωνος μητρὸς Ἑρμιόνης ἀμφοτέρων μισθωτῶν βαλανείου πρότερον Ἀρρίου Ἀπολιναρίου νυνὶνυνεὶ δὲ τῆς πόλεως. αἰτούμεθα ἐπισταλῆναι ἐκ τοῦ τῆς πόλεως λόγου ὑπὲρ μισθῶν ἧς ποιούμεθα ὑπηρεσίας τοῦ ὄντος μηνὸς Μεσορὴ δραχμὰς πεντακοσίας καὶ ἀξιοῦμεν ἐπιστεῖλαί σε τῷ ταμίᾳ τῶν πολιτικῶν χρημάτων ἐξοδιασμὸνἐξοδιασὸν ἡμῖν ποιήσασθαι τῶν προκειμένων δραχμῶν πεντακοσίων . ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Μεσορὴ . Αὐρήλιος Τύραννος Πτολεμαίου αἰτοῦμαι τὰς δραχμὰς πεντακοσίας ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.