Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.44.3204

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ϛ ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτουκαὶ ὑπατείας τοῦ αὐτοῦ ἡμῶν δεσπότου ἔτους ε Τῦβι ϛ ἰνδικτίονος ϛ ἔτους σξδ σλβ Φλαουίᾳ Ἀναστασίᾳ τῇ ἐνδοξοτάτῃ ἰλλουστρίᾳ θυγατρὶ τοῦ τῆς ἐνδόξου μνήμης Μηνᾶ Εὐδαίμωνοςωνος γεουχούσῃ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ σοῦ Φλαουίου Φοιβάμμωνοςνος τοῦ λαμπροτάτου αὐτῆς διοικητοῦ Ἀπολλῶς βοηθὸς τῆς ὑμετέραςαὐτῆς ὑμετέρας ἐνδοξότητος υἱὸς τοῦ μακαρίου Φοιβάμμωνος ὁρμώμενος ἀπὸ τῆς αὐτῆς Ὀξυρυγχιτῶν πόλεως ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενοςἐπωμνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμετέρᾳ ἐνδοξότητι διὰ τῶν αὐτῇ προσηκόντων Αὐρήλιον ον υἱὸν Ἰωάννου μητρὸς ΤαβιθᾶςΝαμίθας ὁρμώμενονὁρμωμενος ἀπὸ παγαρχουμένης ὑπὸ τῆς ὑμῶν ἐνδοξότητος τοῦ Ὀξυρυγχίτου νομοῦ ἐφʼ ᾧ τε αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῇ αὐτοῦ κώμῃ μετὰ τῶν αὐτοῦ φιλτάτων καὶ γαμετῆς καὶ κτηνῶν καὶ πάσης τῆς αὐτοῦ ἀποσκευῆς ἀποκρινόμενον εἰς ἅπαντα τὰ ὁρῶντα τὸ αὐτοῦ πρόσωπον ἤτοι τὴν τοῦ κωμήτουἤτοι τὴν τοῦ ἐναπογράφου τύχην καὶ μηδαμῶς αὐτὸν καταλεῖψαι τὴν αὐτὴν κώμην μήτε μὴν μεθίστασθαι εἰς ἕτερον τόπον ἀλλὰ καὶ ἐπιζητούμενον αὐτὸν πρὸς ἐμὲ παρὰ τῆς ὑμῶν ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων ἐν οἱᾳδήποτε ἡμέρᾳ οἱασδηποτοῦν ἕνεκεν προφάσεως τοῦτον παροίσω καὶ παραδώσω ἐν δημοσίῳ τόπῳ ἐκτὸς παντὸς τόπου προσφυγῆς καὶ λόγου ἔνθα αὐτὸν καὶ παρείληφα, ἐν τῇ φυλακῇ τῆς αὐτῆς πόλεως. ἢ εἰ μὴ τοῦτο ποιήσω ὁμολογῶ καταβαλεῖν ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ οὐγκίας δύο Ἀλεξανδρείας ἔργῳ καὶ δυνάμει ἀπαιτουμένας, ὑποθέμενος εἰς τὸ δίκαιον ταύτης τῆς ἐγγύης πάντα μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἀπολλῶς υἱὸς τοῦ μακαρίου Φοι βάμμωνος vestiges ἐγγύη Ἀπολλῶτος υἱοῦ τοῦ μακαρίου Φοιβάμ μωνος ἀπὸ τῆς ὈξυρυγχιτῶνὈγσυρυγχιτῶν πόλεως ἀναδεχομένου υι

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.