Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.47.3354
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Αὐρηλίᾳ Σαραποῦτι θυγατρὶ Θέωνος Θέωνος ἐξηγητεύσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ παρὰ Αὐρηλίων Σαραπάμμωνος μητρὸς Τααφύγχιος καὶ τοῦ υἱοῦ Ἱερέως μητρὸς Τα αφύγχιος ἀμφοτέρων ἀπὸ τοῦ Νόμου ἐποικίου. ἑκουσίως ἐπιδεχόμεθα μισθώσασθαι παρὰ σοῦ ἐπὶ χρό νον ἔτη δύο ἀπὸ α τοῦ ὄντος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος ε ἔτους τὰ χερικὰ ἀμπελουργικὰ ἔργα ἅπαντα καὶ τὴν ἐπάρδευσιν τοῦ ὑπάρχοντός σοι περὶ Σενέπτα ἀμπελικοῦ κτήματος Θααὺτ λεγο μένου ἀρουρῶν ἓξ ἢ ὅσων ἐὰν ᾖ καὶ τῆς προσούσης καλαμείας ὅσου ἐστὶν ἀρουρηδοῦ, ἅπερ ἔργα ἐστὶν τῆς μὲν ἀμπέλου τιλμὸς καλάμου, δσυλλογὴ αὐτοῦ καὶ μεταφορά, ξυλοτομία δικαία, ἀγκαλισμὸς καὶ δέσις ἀγκαλῶν καὶ μεταφορά, σάρωσις φύλλων καὶ ἐκβολὴ ἐκτὸς πλαστῶν, σκα φητός, παραγραφή, ἀπωρυγισμὸς ὅσων δεῖδῖ ἀπωρύγων· καὶ στησόμεθα ἐν τῇ καλαμείᾳ καλαμείᾳ πρὸ τῶν ὄνων χωφορούντωνκωφορούντων πρὸς τὸ ὅπου δεῖ τὸν χοῦν βάλλεσθαι καθὼς ἂν δεή σωμεν τούτων· διτομὴ καλάμου, καλαμουργίακαλαμουγιαν, σκαλμός, βλαστολογία, Φαρμουθιακὴ ἐργασί α, διάστασις, ἀνάλημψις, φυλλολογίαι αἱἑ ἐνχρήζουσαι, ἐπάρδευσις καὶ βοτανισμὸς διηνε κής, ἢ καὶ τὰ ἄλλα τὰ κατὰ καιρὸν τῆς ἀμπέλου ἔργα πάντα· καὶ τῆς καλαμείας ἐπάρδευσις καὶ παραγραφὴ καὶ σκορπισμὸς κόπρου· καὶ ποιησόμεθα τῆς ληνοῦ καὶ θυείουθίου τὰ ἐνχρήζον τα χαλάτρια καὶ τοῦ ὀργάνου τὰς κυλτίδας καὶ τὴν τῶν χωρούντων εἰςεἰ τὸν κατʼ ἔτος οἶνον κούφων κομπασίαν ἀφʼ οὗ τόπου μεταφέρεται· ἅπερἅμπερ λαβόντα τὸν οἶνον συνθήσομεν ἐν τῷ ἡλιαστηρίῳ καὶ ἐπαλείψομενἐπαλίψομεν καὶ κινήσομενκεινήσομεν καὶ καὶ παραφυλάξομενπαραφυλάξωμεν ἐφʼ ὅσον ἐκεῖ ἀπόκειται· ἔτι δὲ καὶ κοιμηθήσεταικυμηθήσεταικυμηθησομεθα ὁ ἕτεροςτερος ἡμῶν Ἱερεὺς ἀδιαλείπτωςἀδιαλίπτως ἐν τῷ ἐποικίῳ, μισθοῦ τῶν ἔργων πάντων τῆς ἀμπέλου κατʼ ἄρουραν ἀργυρίου δραχμῶν τριακοσίων ἑξ ήκοντα · τοὺς δὲ συναγομένους μισθοὺς ἀπολημψόμεθα κατʼ ἔτος Ἁθὺρ Χοίακ τιλ μοῦ καλάμου δραχμὰς διακοσίας , Τῦβι ξυλοτομίας δραχμὰς τετρακοσίας , Μεχεὶρ καλαμουργί αςκαλαμουργια δραχμὰς τετρακοσίας , Φαμενὼθ δραχμὰς ἑκατὸν ὀγδοήκοντα , Φαρμοῦθι δραχμὰς διακο σίας τεσσεράκοντα , Παχὼν δραχμὰς ἑκατὸν , Παῦνι φυλλολογίαςφυλλογια δραχμὰς διακοσίας τεσσερά κοντα , Ἐπεὶφ Μεσορὴ ἐξενίαυτα Θὼθ Φαῶφι κατʼ ἔτος τὰς αἱρούσας κατὰ μῆνα δραχμὰς ἑκατὸν · λημψόμεθα δὲ κατʼ ἔτος τῆς μὲν ξυλοτομίας ὄξους κεράμιον ἓν καὶ τῷ καιρῷ τοῦ θερισ μοῦ ὑπὲρ τοῦ μὴ ἀπολειφθῆναιἀπολιφθῆναι ἡμᾶς τῆς ἐπαρδείας καὶ τῆς φυλλολογίας κατʼ ἔτος πυροῦ ἀρτάβας τρεῖςτρῖς καὶ τῇ τρύγῃ κατʼ ἔτος οἴνου νέου κεράμια δύο · καὶ ἐπιδεχόμεθα καρπωνήσασθαι ἥμισυ μέροςμέρους τοῦ καρποῦ τῶν ἐν τῷ κτήματι φοινίκων τοῦ ἑσταμέ νου φόρου καὶ ἐκτάκτων κατʼ ἔτος· ἔτι δὲ καὶ μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς ἔτος ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ τὴν αὐτὴν αὐτὴν Σενέπτα ἐκ τοῦ Διονυσοφάν κλήρου ἀρούρας δύο ὥστε σπεῖραι πυρῷ ἄρουραν μίαν κριθῇ ἄρουραν μίαν , ἐκφορίου τῆς μὲν ἐν πυρῷ πυροῦ ἀρταβῶν τεσσάρων , τῆς δὲ ἐν κριθῇ κριθῆς ἀρταβῶνἀρουρῶν πέντε ἀκινδύνων πάντων παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὴν γεοῦχον, ἣνὁν καὶ κυριεύειν τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα ἀπολάβῃς· βεβαιουμένης δὲ ἡμῖνμῖν τῆς ἐπιδοχῆς ἐπάναγκον ποιησόμεθα τῆς ἀμπέλου καὶ καλαμείας τὰ κατὰ καιρὸν ἔργα πάντα ὡς ἐπάνω δεδήλωται καὶ τῶν φοινίκων καὶται φυτῶν τὴν ὀχείανὀχίαν καὶ ἐπιμέλειαν πᾶσαν, τῶν σῶνῶν ἐπακολουθούντων πᾶσι τοῖς ἔργοις πρὸς τὸ μὴ κατα βλάπτεσθαι τὴν ἄμπελον· καὶ ἀποδώσομεν τὰ μὲν τῶν ἐδαφῶν ἐκφόρια τῷ ἐνε στῶτι ἔτει ἐφʼ ἅλῳ τοῦ χωρίου γένη νέα καθαρὰ ἄδολα ἄβωλα κεκοσκινευμένακαικοσκινευμένα, τὸντο μὲν πυρὸν ἄκριθον ὡς εἰς δημόσιον μετρούμενον, τὴν δὲ κριθὴν καλῶς πεπα τημένηνπεπατημενη χωρὶς αἴρης καὶ ἀθέροςθέρος μέτρῳ παραλημπτικῷ σοῦ τῆς γεούχου, τῶν σῶν με τρούντων καὶ προσμετρούντων ἑκάστῃ ἀρτάβῃ χοίνικας δύο , τὸν δὲ τῶν φοινίκων φανησόμενον φόρον καὶ τὰ ἔκτακτα ἐξενίαυτα κατʼ ἔτος Θὼθ Φαῶφι ἀνυπερ θέτως· καὶ ἐπὶ τέλει τοῦ χρόνου παραδώσομενπαραδώσωμεν τὴν ἄμπελον καὶ καλαμείαν μεμελημένην τοῖς ἔργοις, τὴν δὲ ἄμπελον καθαρὰν ἀπὸ θρύου καὶ βοτάνης δεί σης πάσης, τῆς πλαστῆς ἐπιπλαστη καὶ τὰ φυτὰ ζωγονοῦντα καὶ εὐθαλοῦντα· καὶ ἀ ποτίσομεν οὗ ἐὰν μὴ ἐπιτελέσωμενἐπιτελέσομεν ἔργου ἢ τοῦ διʼ ἀμέλειαν ξηρανθέντος φυτοῦ τὸ βλάβος διπλοῦν, τῆς πράξεώς σοι οὔσης παρά τε ἡμῶν ἀλληλεγγύων ὄν των εἰς ἔκτισιν καὶ ἐξ οὗ ἐὰν αἱρῇ καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖνἡμεῖν πάντων. κυρὶα ἡ ἐπιδοχὴ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους ε Αὐτοκρατόρων Καισάρων Πουβλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουβλίου μ vestigesCross-references (3)
- TM-Text 22468 primary
- DDbDP-Text p.oxy;47;3354 tier-1
- HGV-Text 22468 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.