no image
DDbDP-text
Letter from Papnuthis to Dorotheus via HGV-meta
Letter from Papnouthis to Dorotheos about workmen's expenses and the aruratio. A private business letter from Papnouthis to his associate Dorotheos at Oxyrhynchus in the 4th century AD. Papnouthis urgently demands money for workmen's expenses and for Felix, complains of trouble with tax collectors, and says he is held in confinement over gold owed for the aruratio land tax. machine translation
Linked by Trismegistos ID
TM 33709.
Each record below describes this same artifact or text from a different angle.
κυρίῳ μου ἀδελφῷ Δωροθέῳ
Παπνοῦτις.
πολλάκις σοι ἔγραψα περὶ τοῦ ἀναλώματος
τῶν ἐργατῶν καὶ οὐδέν μοι ἀπέστειλας·
μὰ τὸν γὰρ Θεὸν καθʼ ἑκάστην ποιῶ μεγάλην
ἀηδίαν μετὰ τῶν ἀπαιτητῶν τούτου χάριν.
σπούδασον ἐν τῇ σήμερον ἀπόστειλον
τὸ ἀνάλωμα τῶν αὐτῶν ἐργατῶν· οἶδας
καὶ σὺ τί ἐστιν προσδοχή. ἐὰν γνῷς ὅτι
οἱ κώμαρχοι οὐκ ἠθέλησαν δοῦναι αὐτά,
ἀπόστειλόν μοι τοὺς κωμάρχας καὶ ποιῶ αὐτοὺς πάντα πληρῶσαι ἐπὶ τῆς πόλεως.
καὶ σπούδασον τὰ ἀργύρια Φήλικι ἀποστεῖλαι
ἐν τῇ σήμερον· ἐν τούτῳ γὰρ οὐ βλάπτῃ. μὴ
ἀφῇς ἡμᾶς ἐν περιστάσει τούτου χάριν.
καὶ περὶ τῶν ἀναλωμάτων ἃ δέδωκα
ὑπὲρ τῶν κωμαρχῶν, σπούδασον ἀπὸ τῆς
ἀπαιτήσεως αἴρειν και ἀποστεῖλαι ἢ τοὺς
κωμάρχας ἀπόστειλον ἐπὶ τὴν πόλιν
οἶδες καὶ σὺ τὰ κακὰ τῆς πόλεως καὶ τὰ
ἀναλώματα. καὶ κατάκλειστός εἰμι ἕνεκεν
τοῦ χρυσίου τῆς ἀρουρατίωνος καὶ ἕως
σήμερον οὐδὲν ἀπέστειλας. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.