Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.49.3508

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Τιβερίωι Κλαυδίωι Ἡρώδηι στρατηγῷ Ὀξυρυγχίτου Διογένης Διογένους τοῦ Σαραπίωνος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἐξ ἐπιστολῆς Ἰουλίου Λυσιμάχου τοῦ πρὸς τῷ ἰδίωι λόγωι καθε σταμένος χωματεπιμελητὴς δημοσίων χωμάτων μέσης τοπαρχίας ἀντὶ Θεογένους τοῦ Θεογένους ἀπολελυ μένου ὑπὸ τοῦ αὐτοῦ Ἰουλίου Λυσιμάχου, ὀμνύωὀμνύωι τὴν τοῦ Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ τύχην καὶ τοὺς πατρῴους θεοὺς προστήσεσθαι τῆς τῶν χωμάτων ἐπιμελείας καὶ μετὰ πάσης φροντίδος τοὺς εἰς ταῦτα πρὸς τὴν ἀπεργασίαν διατεταγμένους ἢ καὶ διαταγησομένους ἄνδρας ποιήσειν ἀπεργάσασθαι ἕκαστον τὰ αἱροῦντα αὐ τῶι ναύβια τῷ καθήκοντι ξύλωι, πόρρωπώρρωι τῶν χω μάτων τὴν ἀναβολὴν ποιουμένους πρὸ πηχῶν δέκα ὀκτὼὀκτὼι πρὸς τὸ τὰ χώματα ἀπεργασθῆναι καὶ στεγνω θῆναι ὡς καθήκει, ὡσαύτως δὲ καὶ τῆς ὑδροφυλακίας τὴν προσήκουσαν ἐπιμέλειαν ποιήσασθαι καὶ τοὺς διατα γησομένους ἄνδρας ἐπαναγκάσειν τὰ καθήκοντα τῆς ὑδροφυλακίας ἔργα ἐπιτελέσαι πτωεωνεων τα ἕκαστον χῶμα ωαδο ησαρε ουσελω τῆς χωματεπιμελητείας εσωασης μου τῆς διοικήσεως καὶ τοῦ ἰδίου λόγου, ἐπιτελῶν ἅπαντα τὰ τῆς χωματεπιμε λητείας ὃν τρόπον καθήκει, τῶν ὑπαρχόντων μοι, ὧν τὸ κα θʼ ἓν ὑπόκειται παρακειμένης τῆς κατʼ εἰκασίαν συντιμήσεως, ὑπενγύων ὄντων καὶ ὧν ἐὰν ἐπικτήσωμαι, εἶναι δὲ τὸ καθʼ ἓν τῶν εἰς τὴν ἐνεστῶσαν ἡμέραν ὑπαρχόντων μοι· περὶ κώμην Σενεκελεὺ ἐκ τοῦ Σώσου καὶ Ἀγάθωνος κλήρου σιτικῶν ἀρουρῶν ιε· ταλάντου α, καὶ ἐκ Καπιστοτέλους καὶ Διοφάντου ἀπὸ ἐκπροθέσμου συγγραφῆς ἀρουρῶν η· δραχμῶν Βφ, καὶ ἔχω τάλαντα β δραχμὰς Γ ἐφʼ ὑπάρχουσι Σαραπίωνος καὶ Πτολεμαίου ἀμφοτέρων Σαραπίωνος ἀφηλίκων πρότερον τοῦ πατρὸς αὐτῶν καὶ Θέωνος ἀδελφοῦ αὐτοῦ· γίνεται ἐπὶ τὸ αὐτὸ ἀργυρίου τάλαντα γ καὶ δραχμαὶ Εφ. εὐορκοῦν τι μέν μοι εὖ εἴη, ἐπιορκοῦντιἐφιορκοῦντι δὲ τὰ ἐναντία. ἔτους β Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Φαρμοῦθι κα Σεβαστῇ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.