no image
DDbDP-text
Application for the Registration of a Lien via HGV-meta
Linked by Trismegistos ID
TM 15383.
Each record below describes this same artifact or text from a different angle.
παρετέθη Θέωνι καὶ Ἡραδίωνι βιβλιοφύλαξι παρὰ Ἀπολλωνίδου Λεωνίδου μητρὸς Θαήσιος ἀπʼ Ὀξυρύγχων πόλεως. κατὰ δάνειον γεγονὸς διὰ γραφείου Ταλαὼ τῷ ἐνεστῶτι τετάρτῳ ἔτει Φαῶφι ἐδάνεισα Μυρτίλῳ ἀπελευθέρῳ Ἡλιοδώρου Διοδώρου ἀπὸ τῆς αὐτῆς πόλεως ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα κεφαλαίου τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆ να ἀπὸ τοῦ αὐτοῦ Φαῶφι εἰς προθεσμίαν τρι ακάδα Φαμενὼθ τοῦ αὐτοῦ τετάρτου ἔτους, σημανθέντος εἶναί μοι τὴν πρᾶξιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καὶ ἐξεῖναί μοι ὁπότʼ ἂν θέλω κατοχὴν ποιήσασθαι διὰ τῆς αὐτῆς βιβλιοθήκης τοῦ τοῦ Μυρ τίλου ὀνόματος ἄχρι ἀπολάβω, ἥνπερ κατο χὴν βουλόμενος γενέσθαι ἐπιδίδωμι τὸ ὑπόμνημα ὡς καθήκει, καὶ δηλῶ προ κατεσχῆσθαι διὰ τῆς αὐτῆς βιβλιοθήκης ταῖς μὲν ἐπαγομέναις τοῦ ἐνάτου ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου ὑπὸ Δημητρίας Ἀρτέμωνος τοῦ ήσιος πρὸς δραχμὰς διακοσίας κεφαλαίου τόκου δραχμιαίου ἐν τῇ Ταλαὼ ἐν τοῖς ἀπὸ βορρᾶ μέρεσι δρόμου Εἴσι δος οἰκίδιονοἰκείδιον σὺν χρηστηρίοις, τῷ δὲ Παῦνι τοῦ δωδεκάτου ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου ὑπὸ Ἀπολλωνίου Ἀμόϊτος τοῦ ἉρπαησίωνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.