no image
DDbDP-text
Lease of a Pottery via HGV-meta
Linked by Trismegistos ID
TM 15409.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίᾳ Ἀπίᾳ θυγατρὶ Σεπτιμίου Σερήνου ἐξηγητεύσαντος πρυτανεύσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως παρὰ Κλαυδιανοῦ κεραμέως οἰνικοῦ κεράμου ἰδίου Εὐδαίμονος γυμνασιάρχου βουλευτοῦ τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἐπʼ ἐνιαυτὸν ἕνα ἔτι ἀπὸ α Θὼθ τοῦ ἐνεστῶτος γ ἔτους τὸ κατὰ σὲ τέταρτον μέρος τοῦ ὄντος πρὸς χωρίῳ Μητρικῷ καλουμένῳ περὶ Σέννιν κεραμείου οἰνικοῦ κεράμου καὶ τῶν ἐν αὐτῷ καμίνουκαμείνου καὶ καμαρῶν καὶ τῶν τούτου χρηστηρίων πάντων, ἐπὶ τῷ με πλάσαι σοικοι καὶ ὀπτῆσαι καὶ πισσῶσαι ἀπὸ χειμερινῆς πλάσεως κοῦφα Ὀξυρυγχειτικὰ τετράχοα καλούμενα ἀριθμῷ τετρακισχίλιατετρακισχείλια , διπλοκέραμα ἑκατόν , δίχοα δεκαπέντε , σοῦ παρεχούσης μοι ἐπὶ τοῦ αὐτοῦ κεραμείου παραθέσεων τὸν ἐγχρῄζοντα χοῦν μελάγγειον, χαυνόγειον, ἀμμόγειον καὶ εἰς τὴν δεξαμενὴν ὕδατα καὶ πρὸς τὴν ὄπτησιν καὶ κα πνισμὸν τῶν κούφων τὰ ἐγχρῄζοντα καύματα καὶ πρὸς τὴν πίσσωσιν τῶν αὐτῶν κούφων καὶ διπλοκεράμων καὶ διχόων πίσσης ὁλκῆς μέτρῳ Ἀλίνης στερεὰ τάλαντα δώδεκα ὧν Τρωαδησίας τὸ ἥμισυ Σιρητικῆς τὸ ἥμισυ, μισθοῦ τῆς τε πλάσεως καὶ ὀπτήσεως καὶ πισσώσεως ὡς τῶν κούφων ἑκατὸν δραχμῶν τριάκοντα ἕξ τὰς δὲ συναγο μένας τῶν μισθῶν δραχμὰς χιλίας τετρακοσίας τεσσαράκον τα ἀπολήμψομαι ἑκατὸν εἰς τὴν των δραχμὰς ακοσίας τεσσαράκοντα, λήμψομαι δὲ ἐκτάκτων ὄξους κεράμιον ἕν , φακῆς ἀρ ταβ βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς ποιήσομαι τὴν πλάσιν καὶ ὄπτησιν καὶ πίσσωσιν τῶν προκειμένων κούφων καὶ διπλοκεράμων καὶ διχόων καὶ παραδώσω ταῦτα τῷ Ἐπεὶφ μηνὶ τοῦ ἐνεστῶτος ἔτους ἐπὶ τῶν τοῦ κεραμείου ψυγμῶν ἀπὸ χει μερινῆς πλάσεως καλῶς ὠπτημένα καὶ πεπισσοκοπημένα ἀπὸ χείλους ἄχρι πυθμένος ἀρεστὰ μὴ πιδῶνταπειδῶντα χωρὶς θερα πευσίμων καὶ ἐπισινῶν. ὁμολογῶ δὲ ὀφείλειν ἀπὸ πλάσεως τοῦ διελθόντος β ἔτους κοῦφα διακόσια πεντήκοντα , διπλοκέραμα πεντήκοντα εισθαι πίσσης Σιριτικῆς ψιλὸνψειλὸν τάλαντον ἓν καὶ τ ἐνεστῶτ κουφιν κ απει Φαῶφι δραχμαὶ ρSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.