Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.54.3767
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Τῦβι δ, ἐν τῷ Ἁδριανίῳ. ἐπὶ παρόντων Σερήνου καὶ Πετρωνίου καὶ Χωοῦ καὶ Ὡρίωνος ἀπὸ εἰρηναρχῶν τῶν πάντων καὶ Τιθοοῦς καὶ Σαραπᾷ ὑπηρετῶν καὶ Εὐαγγέλου παρέδρου, Δίδυμος εἶπεν· ἀνήνεγκα ἐπὶ τὸν κύριόν μου τὸν διασημότατον ἔπαρχον τῆς Αἰγύπτου Φλάουϊον Μαγνιλιανὸν περὶ ἡμετέρων πραγμάτων καὶ ἔσωσέ μοι τὰ δίκαια ἀπέλαβον οὖν τὰ ἡμέτερα. ὁ λογιστὴς εἶπεν· ἀνάγνωθι τί προσέταξεν ὁ κύριός μου ὁ διασημότατος ἔπαρχος τῆς Αἰγύπτου Φλάουϊος Μαγνιλιανός. καὶ ἀνεγνώσθη οὕτως· Φλάουϊος Μαγνιλιανὸς λογιστῇ Ὀξυρυγχίτου χαίρειν. ἀφαίρεσιν ὑπομεμενηκέναι διαφερόντωνδιαφαιροντων ἑαυτῷ εἰδῶν ὑπό τινων Δίδυμος λίβελλον ἐπιδοὺς τῇ ἐμῇ οὗ τὸ ἀντίγραφον τούτοις μου τοῖς γράμμασιν ὑποταγῆναι προσέταξα ι νῦν ηξοστσιν τουου σιν φρόντισον ω παρασχεῖν εἰ τὰς ἀποδείξειςἀποδείξις τῆς γεγενημένης ὑπον πρὸ δίκης ἀφαιρέσεως παράσχοι. ἔρρωσο. μετὰ τὴν ἀνάγνωσιν ὁ λογιστὴς εἶπεν· τί λέγουσι οἱ παρόντες ἄγροικοι Σερῆνος καὶ Πετρώνιοςπετρος καὶ Χωοῦς καὶ Ὡρίων; ἐπηκούσατε τῆς προστάξεως τοῦ κυρίου μου διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουΐου Μαγνιλιανοῦ καὶ τῶν ὑπὸ Διδύμου κατατεθέντων ἐπὶ τῶν ὑπομνημάτων ὡς εἴη πληρωθεὶς τῶν εἰδῶν αὐτοῦ· κατάθεσθεκαταθεσθαι τοίνυν καὶ ὑμεῖςὑμῖς τί ἐπράξατε ἐπὶ τούτοις· ἢ πέρα ἀπῄτησεν ὑμᾶς ὁ Δίδυμος; οἱ προειρημένοι ἀπεκρίναντο· εἴ τι ἐκρίθημεν ἐν τῷ κυριακῷ, δεδώκαμεν· καὶ ἐπείσθημενἐπίσθημεν πρὸς ἑαυτούς. ὁ λογιστὴς εἶπεν· καὶ ἡ προφορὰ Διδύμου καὶ ἡ τῶν ἀγροίκων ἐμφέρεταιεμφεραται τοῖς ὑπομνήμασιν· τῆς γὰρ προστάξεως τοῦ κυρίου μου διασημοτάτου ἐπάρχου προσταττούσης τὰ ταῖς ἀληθείαις χρεωστού μενα ἀποκατασταθῆναι, τοῦτο γεγένηται κατὰ τὰ προσφωνηθέντα, ὡς εἶπονειπομ, ἐπι ὑπὸ ἀμφοτέρων τῶν μερῶν ἐπὶ ὑπομνημά των.Cross-references (3)
- TM-Text 15280 primary
- DDbDP-Text p.oxy;54;3767 tier-1
- HGV-Text 15280 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.