Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.56.3867
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
πολλὰς μὲν ἡμέρας ἔχω ἀφʼ οὗ κατείληφα τὴν Ἡρακλέους καὶ νομίσας ἐν ταύταις ἐπιφθάνεινἐπιφθάννειν ὑμᾶς παρεκράτησα τὰς πρὸς ὑμᾶς δύο ἐπιστολάς, ἃς ἐπιφέρομαι. πάλιν δὲ γνοὺς ὅτι ἔτι διασύρετε αὐτόθι, ταύτας ἔπεμψα νῦν διὰ τοῦ εὐδοκιμωτάτου Μηνᾶ, μήπως ἀναγκαίαν ουσιν ἀπόκρισιν. περὶ δὲ τῶν δύο ζυγῶν τῶν σινδονίων γνῶναι ὑμᾶς βούλομαι ὡς ταύτας ἀποδέδωκα Μηνᾷ τῷ κολλεκταρίῳ καὶ διʼ αὐτοῦ ἀπεδόθησαν τῷ κυρίῳ Ἀσώκᾳ τῷ ταβουλαρίῳ. πολλήσας καὶ συνσι ὁ αὐτὸς κύριος Μηνᾶς διεβεβαιοῦτο ἀποδεδωκέναι αὐτὸν τὰς δύο ζυγὰς καὶ ἐπηγγέλλετο ὀχλούμενος παρʼ ἐμοῦ πέμψαι πρὸς ὑμᾶς τὰ ἀντίγραφα ὁτεδήποτε διαβῶ αὐτὸν ἐξερχόμενος ἀπʼ Ἀλεξανδρείας, καὶ ἐπειδὴ ἔτυχεν αὐτὸν ἀηδίᾳ περιπεσεῖνπεριπεσῖν καὶ μὴ εὑρεθῆναι αὐτὸν ἐν τῇ Περόνῃ, τούτου χάριν οὐκ ἔσχον αὐτοῦ γράμματα πρὸς ὑμᾶς, ἀλλʼ ὁ κύριος Μηνᾶς ὁ κολλεκτάριος εἶπεν ὅτι, ἐγὼ λαμβάνω παρʼ αὐτοῦ γράμματα καὶ πέμπω τῷ κυρίῳ Ἀνδρονίκῳ ἔσωθεν γραμμάτων ἐμῶν, καὶ πρὸς τῷ μηκέτι ὑμᾶς ὀλιγωρῆσαι ἔγραψα. λέγει δὲ ὁ κολλεκτάριος ὅτι, Ἀσώκας τινὰ εἴδη κατενέγκας ἀφῆκεν παρὰ τοῖς ἀπογομωταῖς καὶ οὐκ ἐμελεσλαβεῖν καὶ δοῦναί μοι αὐτὰ καὶ ἔχουσιν αὐτὰ ἕως ἄρτι οἱ ἀπογομωταί. καὶ ἐπειδὴ οὐκ ἐγράψατε αὐτῷ δοῦναι τίποτε καὶ λαβεῖν αὐτά, ἀφῆκεν αὐτὰ καὶ αὐτός, καὶ πρὸς τῷ ὑμᾶς εἰδέναι καὶ τοῦτο ἐσήμανα. πολλὰ διὰ ἁπάσης τῆς ἐπιστολῆς προσκυνῶ ὑμᾶς. πολλὰ ὑμᾶς διʼ ἐμοῦ προσαγορεύει καὶ ὁ ἀδελφὸς Μηνᾶς ὁ βεστιάριος. ἐπίδος τῷ δεσπότῃ μου τὰ πάντα εὐδοκιμωτάτῳ γνησίῳ φίλῳ καὶ ἀδελφῷ Ἀνδρονίκῳ παρὰ Ἠλεία νοταρίου.Cross-references (3)
- TM-Text 37467 primary
- DDbDP-Text p.oxy;56;3867 tier-1
- HGV-Text 37467 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.