Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.58.3915

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἀντεῖς Τιτᾶνος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως Ἰουλίωι Φλώρωι Βώλα θεοῦ Σεβαστοῦ ἀπελευθέρου ἀπελευθέρωι χαίρειν. ὁμολο γῶ πεπρακέναι σοι τὸν ὑπάρχοντά μοι κάμηλον πυρρὸν πρωτοβόλον χαρα κτῆρας δύο ἔχοντα, ἐπὶ τοῦ μὲν δεξιοῦ μηροῦ ἕνα καὶ ἐκἐγ δεξιῶν τραχήλου τὸν ἄλλον, σὺν τῇ τούτου σαγῇ οἵα ποτʼ ἐστὶν, καὶ ἀπεσχη κέναι παρὰ σοῦ τὰς συνκεχωρημένας πρὸς ἀλλήλους ὑπὲρ τῆς τούτου τιμῆςτειμῆς ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαϊκοῦ νομίσματος δραχμὰς τετρακοσίας τεσσαράκοντα κεφαλαίου ἐκ πλήρους διὰ τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπιείου σαραπειου Σαραπίωνος τοῦ Ζωίλου τραπέζης καὶ βεβαιώσω σοι τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἢ ἐκτείσω ἣν ἔσχον παρὰ σοῦ τιμὴντειμὴν σὺν ἡμιολίᾳ καὶ τὸ βλάβος καὶ ἐπίτιμονἐπίτειμον ἄλλας δραχμὰς κοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, κατὰ μηδὲν ἁπλῶς ἐλαττουμένου σοῦ τοῦ Φλώρου ἐν τῇ πράξει ὧν ὀφείλωὀφίλω σοι κατʼ ἀσφαλείας. κυρία ἡ χείρ. ἔτους ιζ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ ι Ἀντεῖς Τειτᾶνος πέπρακα τὸν κάμηλον καὶ τὴν σαγὴν καὶ ἀπέχω τὴν τιμὴν τὰς τοῦ ἀργυρίου δραχμὰς τετρακοσίας τεσσαράκοντα ἐκ πλήρους καὶ βεβαιώσω πάσῃ βεβαιώσει μὴ ἐλαττουμένουἐλατουμένου τοῦ Φλώρου ἐν οἷς ὀφείλω αὐτῷ κατʼ ἀσφαλείας καθότι πρόκειται. Φιλωνίδης Θέωνος ἔγραψα ὑπὲρ αὐτοῦ διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμ ματα. ἔτους ιζ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ ι. ἔτους ιζ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ ια διὰ τῆς Σαραπίωνος τοῦ Ζωίλου γέγονεν ἡ διαγραφή. πρᾶσις καμήλου

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.