no image
DDbDP-text
Annual Account of a Guardian via HGV-meta
Linked by Trismegistos ID
TM 17906.
Each record below describes this same artifact or text from a different angle.
μισθῶν παιδὸς γερδιαίνης ἀπὸ Θὼθ τοῦ ἐνεστῶτος β ἔτους ἕως Μεχεὶρ μηνῶν ϛ τοῦ μὲν Θὼθ δραχμαὶ κ καὶ ἀπὸ Φαῶφι β ἔτους ἕως Μεχεὶρ μηνῶν ε ὡς τοῦ μηνὸς δραχμαὶ κδ δραχμαὶ ρκ καὶ ὁμοίως ἀπὸ Θὼθ β ἔτους ἕως Μεχεὶρ β ἔτους μηνῶν ϛ ἐνοικίου δραχμαὶ ξ, γίνονται δραχμαὶ φ ἐξ ὧν ἀναλώματος τροφείων ἀφήλιξι τῶν ἀπὸ Φαμενὼθ α ἔτους ἕως Ἁθὺρ μηνῶν θ ὡς τοῦ μηνὸς δραχμαὶ κδ δραχμαὶ χιϛ καὶ ὁμοίως καὶ τοῦ Χύακ καὶ Τῦβι μηνῶν δύο ὡς τοῦ μηνὸς δραχμαὶ λβ δραχμαὶ ξδ καὶ ὑπὲρ τοῦ Μεχεὶρ δραχμαὶ μ ἱματισμοῦ β ἔτους δραχμαὶ ξ ἐνοικίου τόπου ἑνὸς ἐν τῇ αὐτῶν μηνῶν ϛ γίνονται δραχμαὶ τϙ ἀπὸ Θὼθ β ἔτους ἕως Μεχεὶρ δραχμαὶ ιϛ, γίνονται δραχμαὶ τϙϛ. λοιπαὶ λημμάτων τῶν προκειμένων προστιθέμεναι τῷ κεφαλαίῳ ἀπὸ Φαμενὼθ β ἔτους δραχμαὶ ρδ ὡς εἶναι κεφαλαίου ἐπὶ τὸ αὐτὸ δραχμαὶ Βρξ αἳ καὶ λοιπογραφούμεναι παρʼ ἐμοί.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.