no image
DDbDP-text
Private Letter: Paul to Mary via HGV-meta
Linked by Trismegistos ID
TM 36210.
Each record below describes this same artifact or text from a different angle.
ἐδεξάμην τὰ γράμματα τῆς σῆς μητρικῆς εὐνοίας διὰ τοῦ θαυμασιωτάτου Ἀνηλίου τοῦ σιγγουλαρίου· θεὸς οἶδεν ταῦτα πρῶτα τυγχάνοντα· καὶ πάνυ ἐχάρην γνοὺς ἐξ αὐτῶν ὑγιαίνειν ὑμᾶς. καὶ σὺν θεῷ ἐν ταύταις ἐπικαταλαμβάνομεν τὴν Ὀξυρυγχιτῶν μετὰ τοῦ κυρίου μου τοῦ μεγαλοπρεπεστάτου καὶ εὐδοκιμωτάτου ἄρχοντος, καὶ ἐλπίζω, ἡμῶν καταλαμβανόντων τὰ ἐκεῖσε, ὡς ὅτιπερ περὶ ἑκάστου τύπος δοθήσεται. οὐκ ὀφείλετε δὲ μέμψασθαί με ὡς ὅτιπερ πρῶτον καὶ δεύτερον καὶ τρίτον ἐγράψατέ μοι καὶ τῶν ἀμοιβαίωναμυβεων οὐκ ἐτύχατε. θεὸς γὰρ οἶδεν ὁ παντοκράτωρ, ἐξ ὅτου ἐξῆλθον τῆς Ὀξυρυγχιτῶν εἰ μὴ ταύτην καὶ μόνην τὴν ἐπιστολὴν οὐκ ἐδεξάμην ὑμῶν. ἔγνων δὲ ὡς ὅτιπερ Καλήμερος οὐ κατέχεται, καὶ παρὰ τοῦ ἐμοῦ συμμάχου καὶ παρὰ ἄλλων πολλῶν. πολλὰ ὑμᾶς προσαγορεύω δὲ καὶ ὁ γλυκύτατος κοινὸς υἱὸς Θέων καὶ νις. καὶ χάρις τῷ κρείττονικρίττονι τῷ παρασκευάσαντι ὑμᾶς ταύτην τὴν ἐπιστολὴν πέμψαι τὴν διὰ Ἀνηλίου τοῦ σιγγουλαρίου. ἐπίδος τῇ κυρίᾳ μου σεμνοπρεπεστάτῃ καὶ εὐγενεστάτῃ μητρὶ Μαρίᾳ drawing παρὰ Παύλου ἐξκέπτορος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.