no image
DDbDP-text
Nomination of a Nomicarius via HGV-meta
Linked by Trismegistos ID
TM 19272.
Each record below describes this same artifact or text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαουΐου Μαρκιανοῦ τοῦ λαμπροτάτου καὶ τοῦ δηλωθησομένου, Παχὼν ιδ, ἰνδικτίονος ια ἀρχῇ ιβ, ἐν Ὀξυρύγχων πόλει. τὸ κοινὸν τῶν ἀπὸ κώμης Τακόνα τοῦ Ὀξυρυγχίτου νομοῦ δἰ ἡμῶν Ἰωάννου ΠατβῶτοςΠατβως καὶ Νιλᾶ Σερήνου ἀναδεχομένων καὶ τὴν γνώμην τῶν ἄλλων ὁμοκωμητῶνὁμοκομητῶν Αὐρηλίῳ Ἀνουφίῳ υἱῷ Θεοδώρου διὰ σοῦ τοῦ πατρὸς αὐτοῦ Θεοδώρου υἱοῦ Μεγάλου τοῦ καὶ Διδύμου ἀπὸ τῆς Ὀξυρυγχιτῶν νομικαρίου χαίρειν. τοῦ κύκλου εστος ὥστε ἡμᾶς τὸν νομικάριον ὀνομάσαι κατὰ τὴν ἐπιβάλλουσαν τῇ ἡμετέρᾳ κώμῃ ἀναλογίαν ὑφʼ ἓν γενάμενοι καὶ μιᾶς γνώμης κρατήσαντες ὠνομάσαμέν σε τὸν προγεγραμμένον Ἀνούφιον διὰ τοῦ σοῦ πατρὸς Θεοδώρου ἐπὶ τῆς δωδεκάτης καὶ τρεισκαιδεκάτηςτρισκαιδεκάτης τῶν ἐπινεμήσεων εἰς τὴν αὐτὴν τοῦ νομικαρίου χώραν καὶ φροντίδα ἐπὶ τῷ σὲ παραμεῖναιπαραμῖναι καὶ ὑπακοῦσαι εἰς τὸ αὐτὸ τοῦ νομικαρίου φρόντισμα καὶ μηδαμῶς ἀπολειφθῆναιἀπολιφθῆναι, καὶ συνεφωνήθη καὶ ἔδοξεν ὥστε ἡμᾶς καθʼ ἕκαστον ἐνιαυτόν, ὡς εἴρηται, ὑπὲρ τῆς δωδεκάτης καὶ τρεισκαιδεκάτηςτρισκαιδεκάτης τῶν ἰνδικτιώνωνἰνδικτιόνων παρασχεῖν σοι λόγῳ μισθῶν ἐκτὸς τῆς καλου μένης ἐπικουρίας χρυσοῦ νομισμάτια εἰκοσιὲξ πρὸς τὸτω σὲ μέντοι τοῖς δημοσίοις ἀποκρίνασθαι καὶ ὅσα ἐστὶν τὰ ἀνήκοντα τῷ νομικαρίῳ ποιῆσαι καὶ πᾶσαν ἀπόκρισινἀπόκρησιν παρασχεῖν ὑπὲρ ἡμῶν κατὰ τὸ ἐπιβάλλον ἡμῖν μέρος καὶ μηδαμῶς ἀπολειφθῆναιἀπολιφθῆναι. καὶ πρὸς ἀσφάλειανἀσφάλιαν σὴν ταύτην σοι πεποιήμεθα τὴν ὀνομασίαν ἥτις κυρία οὖσα ἁπλῆ ἐγράφη, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἰωάννης ΠατβῶτοςΠατβως καὶ Νειλᾶς Σερήνου οἱ προγεγραμμένοι ἀναδεχόμενοι καὶ τὴντη γνώμηνγνωμη τῶν ἄλλων ὁμοκωμητῶν πεποιήμεθα τὴν ὀνομασίαν τοῦ νομικαρίου καὶ συμφωνεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκιται. Αὐρήλιος Γερμανὸς Ἰωάννου ἀξιωθείςἀξιωθίς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. ὀνομασία τοῦ νομικαρίου τῶν ἀπὸ κώμης Τακόνα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.