no image
DDbDP-text
Receipts via HGV-meta
Linked by Trismegistos ID
TM 20388.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Θέων ὁ καὶ Εὐδαίμων ἐπικαλούμενος Ἀριστίων καὶ ἡ ἀδελφὴ Σαραποῦς ἡ καὶ Ἀγαθόκλια ἀμφότεροι Ἀριστίωνος καὶ ὡς ἐχρημάτιζεν Αὐρηλίῳ Ἰσιδώρῳ χαίρειν. ὁμολογοῦμεν ἀπεσχηκέναι παρὰ σοῦ τὰ ἐνοίκια οὗ ἔχεις ἡμῶν ἐν μισθώσει καμηλῶνος ἐπʼ ἀμφόδου Ἱππέων Παρεμβολῆς τῶν ἀπὸ Φαμενὼθ ἕως Μεσορὴ τοῦ διεληλυθότος ι ἔτους ἐν δραχμαῖς διακοσίαις εἴκοσιεἴκοσει , μένοντος ἡμῖνἡμεῖν τοῦ λόγου πάντων ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Θὼθ ἐνοικίων ἀκολούθως τῇ μισθώσει. κυρία ἡ ἀποχὴ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους ια Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Θὼθ ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.