no image
DDbDP-text
Authenticated Copy of a Petition to the Prefect via HGV-meta
Linked by Trismegistos ID
TM 78580.
Each record below describes this same artifact or text from a different angle.
Τίτῳ Πακτουμηίῳ Μάγνῳ τῷ λαμπροτάτωι ἡγεμόνι παρὰ Ἀπίωνος ἐπικαλουμένου Παυσειρίωνος ἀπʼ Ὀξυρύγχων πόλεως. συνελθόντος μου κύριε ἔτι πάλαι γυναικί τινι Τα τῇ καὶ Σαραποῦτι καὶ παρὰ τὸν χρόνον τῆς πρὸς αὐτὴν συμβιώσεωςσυνβιώσεως ὠνησαμένου ἐν ὀνόματι ταύτης τινὰ εκ πολλὰ ἔν τε χρυσίοις καὶ σκεύεσι καὶ ἱματίοις καὶ ἐνδομενείᾳ καὶ ὧν ἐπʼ αὐτὴν πεποίημαι οἰκονομιῶν βιβλία ἐπὶ τὴν ἀπὸ σοῦ τοῦ κυρίου κατα φεύγω δικαιοδοσίαν. πολλῷ γὰρ μᾶλλον σὺ ὁ κύριος ἐπίστασαι ὅτι ὅσα ἐὰν γυνὴ ἐν τῷ τοῦ ἀνδρὸς οἴκῳ οὖσα περικτήσηται ἀνδρὸς κἂν μεταλλάξῃ τῆς παιδοποιίας. τῷ γὰρ διελθόντι ιη ἔτει Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων Αὐτοκρατόρων ἐν ὀνόματι ταύτης ἐώνημαί τινα καὶ μετʼ οὐ πολὺν χρόνον αμ πάντα ἐξεφόρησε εκ ἐν ὀνόμα τι αὑτῆς πειρᾶται ἀπενέγκασθαι. ἐπὶ τούτοις ἡγεμώνἡγεμὸν κύριε πολλὰ πλεονεκτούμενος ὑπʼ αὐτῆς ἐνέτυχον Φλαυίῳ Οὐάλεντι τῷ κρατίστῳ ἐπιστρατήγῳ διὰ βιβλιδίουβιβλειδίου αὐτὰ ταῦτα ἐξιστορήσας καὶ ἀνεδέξατο τὴν διάγνωσιν. τὴν οὖν ἀντιδικίαν πολλὰ πε δέομαι ἐάν σου τῇ τύχῃ δόξῃ κελεῦσαι γραφῆναι τῷ τοῦ νομοῦ στρατηγῷ ὅπως ἐπαναγκάσῃ αὐτὴν παρεῖναι τῇ διαγνώσει καὶ τῆς σου συλλαμβανούσηςσυνλαμβανούσης τὰ ἴδια ἀπολαβεῖν δυνηθῶ ἵνʼ ὦ εὐεργετημένος. διευτύχει. Ἀπίων ἐπικαλούμενος Παυσειρίων ὁ προκείμενος ἐπιδέ δωκα ἐμαυτῷ συνταξάμενος τὸ βιβλίδιονβιβλείδιον. ἔτους ιθ Φαμενὼθ ιε. τῷ κρατίστῳ ἐπιστρατήγῳ ἔντυχε. ἀντέγραψα ἔτους ἐννεακαιδεκάτουἐνναικαιδεκάτου Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Μεγίστων, Φαμενὼθ . ἐμαρτύρατο Ἀπίων ἐπικαλούμενος Παυσειρίων ἐκγεγραμμέ νον καὶ προσαντιβεβλημένονπροσαντιβεβλημμένον τὸ ὑπογεγραμμένον ἀντίγραφον βιβλιδίου ἀναπεμφθέντος ὑπὸ Πακτουμηίου Μάγνου τοῦ λαμπροτάτου ἡγεμόνος προτεθέντος ἐν τῇ τοῦ γυμνασίου διπλῇ ἐπιπέδῳ στοᾷ ἔτους ιθ Φαμενὼθ ιε. τῷ κρατίστῳ ἐπιστρατήγῳ ἔντυχε. ἀντέγραψα. Τίτῳ Πακτουμηίῳ Μάγνῳ τῷ λαμπροτάτῳ ἡγεμόνι παρὰ Ἀπίωνος ἐπικαλουμένου Παυσειρίωνος ἀπʼ Ὀξυρύγχων πόλεως. συνελθόντος μου κύριε ἔτι πάλαι γυναικί τινι Τα τῇ καὶ Σαραποῦτι καὶ παρὰ τὸν χρόνον τῆς πρὸς αὐτὴν συμβιώσεως ὠνησαμένου ἐν ὀνόματι ταύτης τινὰ ν ἔν τε χρυσίοις καὶ σκεύεσι καὶ ἱματίοις καὶ ἐνδομενείᾳ καὶ ὧν ἐπʼ αὐτὴν πεποίημαι οἰκονομιῶν βιβλία ἐπὶ τὴν ἀπὸ σοῦ τοῦ κυρίου καταφεύγω δικαιοδοσίαν μμ σνς Ἀπόλλωνος ἐσφράγισα ος ὁ καὶ Συνς ἐσφράγισα ἐσφράγισα ἐσφράγισα Ἁρποκρατίων λιω ἐσφράγισα Ἡρώδης Σαραπίωνος ἐσφράγισα τουκ ηγεμονς ητησπα οοε μηποSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.