no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9137.
Each record below describes this same artifact or text from a different angle.
Κρηνολουίωικιοδουιωι Κυιντιλιανῷ ἑκατοντάρχῳ παρὰ Νομιέως Ἐριέως ἀπὸ κώμης Σοκνο παίου Νήσου Ἡρακλείδου μερίδος. ὁ γενόμε νός μου καὶ μετηλλαχὼς ἀνὴρ Ἀτῆις Σα ταβοῦτος ἀπὸ τῆς αὐτῆς κώμης ἐτελεύτησεν ἐπὶ κληρονόμοις τοῖς γεγονόσι ἐξ ἐμοῦ καὶ αὐ τοῦ τέκνοις Ἀπύγχει καὶ Ταήσι καὶ Τασηύτι ἀφήλιξι, ἐπίτροπος δὲ αὐτῶν ὁ κατὰ πατέρα αὐτῶν θεῖος Ἀβούς, τὰ δὲ καταλειφθέν τα ἐπράθη, ὧν ἡ συναγομένη τιμὴ ἐν ἀργυρίῳ ἔμεινεν παρὰ τῷ αὐτῷ ἐπι τρόπῳ ἔξω πυροῦμέτρου ἀρταβῶν ἀφεθεισῶν εἰς τὰς ἀναγκαίας τροφὰς τοῖς ἀφήλιξι, ἀπο κειμένων ἐν κέλλῃ οὔσῃ ἔν τε τοῦ ἀνδρός μου καὶ τοῦ ἐπιτρόπου οἰκίᾳ ἐπὶ σφραγί δων ἐμοῦ τε καὶ τοῦ ἐπιτρόπου. ἐπεὶ οὖν προῆλθον αὐτῷ ὅπωςωσ μετὰ τὰς χωρού σας αὐτοῖς εἰς τροφὰς τὰς λοιπὰς πραθῆναι ἢ ἐκδανεισθῆναιἐγδανισθῆναι ἐπὶ θερείᾳθερίᾳ πρὸς τὸ μὴ διαφθα ρῆναι τὸν πυρὸν ἀποκείμενον, ὁ δὲ ἀφορμαῖς χρώμενοςχρώμενοις οὐδὲὀδὲοδε ὁπότερον αὐτῶν ἐποίησεν οὐ μόνον, ἀλλὰ καὶ οὐκ ἔμεινεν τῇ γενομένῃ μεσιτείᾳμεσιτίᾳ. περὶ τούτου ἀναγκαίως ἐπιδίδωμι καὶ ἀ ξιῶ ἐὰν σοὶ δόξῃ, κελεῦσαι αὐτὸν ἀχθῆναι ἐπὶ σὲ λόγον ἀποδώσοντα περὶ τούτου. Τανομιεὺς ὡς ἐτῶν γ οὐλὴ μήλῳμηρῷ δεξιῷ ἔτους ιθ Λουκίου Σεπτιμίου Σευήρου Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Πουβλίου Σεπτιμίου Γέτα Βρετανικῶν Μεγίστων Εὐσεβῶν Σεβαστῶν Τῦβι κη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.