no image
DDbDP-text
Kauf von Schilfrohr gegen Vorauszahlung via HGV-meta
Linked by Trismegistos ID
TM 16144.
Each record below describes this same artifact or text from a different angle.
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου, Φαῶφι ἑνδεκάτῃ, τρίτης ἰνδικτίονος. Αὐρήλιος Πέτρος υἱὸς Παύλου ἐκ μητρὸς Ἀγνοίας ἀμπελουργὸς ἀπὸ ἐποικίουἐποικείου Ταναμηυ τοῦ Ἑρμουπολίτου νομοῦ Φλαυίῳ Βίκτορι τῷ εὐδο κιμωτάτῳ υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Κύρου ἀπὸ τῆς Ἑρμου πολιτῶν χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρά σου τῆς τελείας καὶ ἀξίας τιμῆς καλάμων δεμάτων ἑκατὸν τριάκοντα τεσσάρων, γίνεται καλάμων δέματα ρλδ, οὕσπερ παρέξω σοι ἐν τῷ Μεχεὶρ μηνὶ τῆς παρούσης τρίτης ἰνδικτίονος ἐν καλάμοις νέοις καλοῖς κοις καὶ ἐκλέκτοις, ἀπὸ μὲν τῶν ων καλάμων ἑκάστου δέματος, ἀπὸ δὲ τῶν πτυχίων καλάμων ἀπροφασίστως· εἰ δὲ μὴ δώσω τοὺς αὐτοὺς καλάμους ἐν τῇ αὐτῇ προθεσμίᾳ, παρέξω σοι ὑπὲρ τῆς αὐτῶν τιμῆς χρυσοῦ νομισμάτια τέσσερα κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς ἐμῆς παντοίας ὑποστάσεως· τὸ παρὸν γραμματεῖον κύριον καὶ βέβαιον, καὶ ἐπερω τηθεὶς ὡμολόγησα. Αὐρήλιος Πέτρος Παύλου ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμματεῖον ὡς πρόκειται. Αὐρήλιος Κα ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. κουθος Ἀπολλῶτος αναγνωστωστ ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ἰωσῆφις ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ ἐγράφη ϛϛϛ χειρόγραφον καλάμων δεμάτων ρλδ γενόμενον παρὰ ΠέτρουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.