no image
DDbDP-text
Darlehen mit teilweiser Antichrese via HGV-meta
Linked by Trismegistos ID
TM 2669.
Each record below describes this same artifact or text from a different angle.
[int]
Βασιλευόντων Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης
Θεῶν Εὐεργετῶν ἔτους πρώτου ἐφʼ ἱερέως Νικάνορος τοῦ Βακχίου
Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν κανηφόρου Ἀρσινόης
Φιλαδέλφου Ἀριστομάχης τῆς Πτολεμαίου μηνὸς Γορπιείου ὀκτωκαιδεκάτηι ἐν κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου νομοῦ ἐδάνεισεν
Δημητρία Ἀπολλοδότου Κυρηναία μετὰ κυρίου Ἀπολλοφάνους
τοῦ Ἀπολλοδότου Κυρηναίου τῆς ἐπιγονῆσἈπολλωνίωι Πάτρωνος Κυρηναίωι τῆς ἐπιγονης χαλκοῦ
νομίσματος ὀφθαλμοφανοῦς δραχμὰς τετρακοσίας τόκου ὡς ἐκ
δύο δραχμῶν τὴν μνᾶν τὸν μῆνα ἕκαστον, ἀντὶ δὲ τοῦ τόκου τοῦ
δανείου τούτου ἐμίσθωσεν Ἀπολλώνιος Δημητρίαι τὸν αὑτοῦ πατρικὸν
πύργον τὸν ὄντα ἐν κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου νομοῦ αὐτὸν καὶ τὰς θύρας εἰς ἐνιαυτὸν α ἀπὸ
μηνὸς Ὑπερβερεταίου τοῦ ἐν τῶι πρώτωι ἔτει, ἐφʼ ὧι ἐνοικήσει Δημητρία καὶ
οἱ παρʼ αὐτῆς ἐν τῶι πύργωι τούτωι τὸν συγγεγραμμένον χρόνον χρώμενοι
τρόπωι ὧι ἂν βούλωνται καὶ διοδευόμενοι διὰ τῆς προυπαρχούσης ἐκ τοῦ
πύργου εἰς τὴν ῥύμην διόδου· γείτονες τοῦ πύργου ἀπὸ νότου Σωσιβίου οἰκία
ἀπὸ δὲ ἀπηλιώτου τῶν Ἀπολλωνίου ἀδελφῶν μέρος ἀπὸ δὲ βορρᾶ ῥύμη δημοσία
καὶ ἀπὸ λιβὸς ῥύμη δημοσία· τὸ δὲ δάνειον τοῦτο ἀποδότω Ἀπολλώνιος Δημητρίαι
ἐν μηνὶ Γορπιείωι τῶι ἐν τῶι δευτέρωι ἔτει σὺν τῶι τόκωι. ἐὰν δὲ μὴ ἀποδῶι
κατὰ τὰ γεγραμμένα τῶν μὲν τριακοσίων τόκον διδότω Ἀπολλώνιος Δημητρίαι
ἐπὶ τὸν ἐσόμενον χρόνον ὡς ἐκ δύο δραχμῶν τὴν μνᾶν τὸν μῆνα ἕκαστον, ἀντὶ δὲ
τοῦ τόκου τῶν λοιπῶν ἑκατὸν δραχμῶν ἐνοικείτω Δημητρία καὶ οἱ παρʼ αὐτῆς
ἐν τῶι πύργωι τούτωι ἐνοικοῦντες καὶ χρώμενοι τρόπωι ὧι ἂν βούλωνται καὶ διοδευόμενοι καθότι γέγραπται ἕως ἂν
ἀποδῶι Ἀπολλώνιος Δημητρίαι τὰς τετρακοσίας δραχμὰς τὸ δάνειον τοῦτο
καὶ τὸν τόκον τῶν τριακοσίων δραχμῶν τοῦ ὑπερπεσόντος ὑπὲρ τὸν ἐνιαυτὸν
χρόνου, καὶ βεβαιούτω Ἀπολλώνιος Δημητρίαι καὶ τοῖς παρʼ αὐτῆς τὸν πύργον τοῦτον καὶ τὴν δίοδον καὶ τὰς θύρας κατὰ τὸν προγεγραμμένον ἐνιαυτὸν καὶ ἐπὶ τὸν ἐχόμενον
χρόνον, ἕως ἂν ἀποδῶι αὐτῆι Ἀπολλώνιος τὸ δάνειον τοῦτο τὰς τετρακοσίας δραχμὰς
καὶ τὸν τόκον τῶν τριακοσίων δραχμῶν καθότι προγέγραπται. ἐὰν δὲ μὴ βεβαιοῖ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ἀπολλώνιος Δημητρίαι τὸ μὲν δάνειον
τοῦτο τὰς τετρακοσίας δραχμὰς ἡμιολίους τὸν δὲ τόκον τῶν τριακοσίων
δραχμῶν ἁπλοῦν καὶ ἡ πρᾶξις ἔστω Δημητρίαι κατὰ τὸ διάγραμμα καὶ μηδὲν ἧσσον κυρία δὲ ἔστω ἡ μίσθωσις τὸν συγγεγραμμένον χρόνον, καὶ ἐξέστω Δημητρίαι
καὶ τοῖς παρʼ αὐτῆς ἀντιεξάγειν τὸν ἐξάγοντα αὐτοὺς ἐκ τοῦ πύργου τούτου καὶ τῆς διόδου ἀνυπευθύνοις οὖσι πάσης ζημίας καὶ ἀνυποδίκοις. ἡ δὲ
συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες· Τιμόλαος Θεσσαλὸς
δεκανικός, Παρμενίων Πέρσης ἰδιώτης ἀμφότεροι τῶν Φίλωνος
, Περδίκκας Πολυάρχου Πέρσης, Φιλωνάδης
Λυσανίου Κυρηναῖος, Δημήτριος Θεμίσωνος Κυρηναῖος, Νουμήνιος Καλλιξένου Χαλκιδεύς, οἱ τέσσαρες τῆς ἐπιγονῆς.
[ext]
· ε……
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν
Εὐεργετῶν ἔτους πρώτου ἐφʼ ἱερέως Νικάνορος τοῦ Βακχίου Ἀλεξάνδρου
καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου
Ἀριστομάχης τῆς Πτολεμαίου μηνὸς Γορπιείου ὀκτωκαιδεκάτηι
ἐν κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνεισεν Δημητρία Ἀπολλοδότου Κυρηναία μετὰ κυρίου Ἀπολλοφάνους τοῦ Ἀπολλοδότου Κυρηναίου τῆς ἐπιγονῆς Ἀπολλωνίωι Πάτρωνος Κυρηναίωι τῆς ἐπιγονῆς χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς
δραχμὰς τετρακοσίας τόκου ὡς ἐκ δύο δραχμῶν τὴν μνᾶν
τὸν μῆνα ἕκαστον, ἀντὶ δὲ τοῦ τόκου τοῦ δανείου τούτου
ἐμίσθωσεν Ἀπολλώνιος Δημητρίαι τὸν αὑτοῦ πατρικὸν πύργον τὸν ὄντα ἐν κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου νομοῦ αὐτὸν καὶ τὰς θύρας εἰς ἐνιαυτὸν ἕνα ἀπὸ μηνὸς Ὑπερβερεταίου τοῦ ἐν τῶι πρώτωι ἔτει,
ἐφʼ ὧι ἐνοικήσει Δημητρία καὶ οἱ παρʼ αὐτῆς ἐν τῶι πύργωι τούτωι
τὸν συγγεγραμμένον χρόνον χρώμενοι τρόπωι ὧι ἂν βούλωνται
καὶ διοδευόμενοι διὰ τῆς προυπαρχούσης ἐκ τοῦ πύργου εἰς τὴν ῥυμην διόδου· γείτονες τοῦ πύργου ἀπὸ νότου Σωσιβίου οἰκία, ἀπὸ δὲ
ἀπηλιώτου τῶν Ἀπολλωνίου ἀδελφῶν μέρος, ἀπὸ δὲ βορρᾶ ῥύμη
δημοσία καὶ ἀπὸ λιβὸς ῥύμη δημοσία. τὸ δὲ δάνειον τοῦτο ἀποδότω
Ἀπολλώνιος Δημητρίαι ἐν μηνὶ Γορπιείωι τῶι ἐν τῶι δευτέρωι ἔτει
…
[… ? lines lost …]
Ἀπολλωνίου Παρμενίωνος Φιλωνάδου Νουμηνίου.
ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, τῶν μὲν τριακοσίων τόκον διδότω Ἀπολλώνιος Δημητρίαι ἐπὶ τὸν ἐσόμενον
χρόνον ὡς ἐκ δύο δραχμῶν τὴν μνᾶν τὸν μῆνα ἕκαστον, ἀντὶ δὲ
τοῦ τόκου τῶν λοιπῶν ἑκατὸν δραχμῶν ἐνοικείτω Δημητρία
καὶ οἱ παρʼ αὐτῆς ἐν τῶι πύργωι τούτωι ἐνοικοῦντες καὶ
χρώμενοι τρόπωι ὧι ἂν βούλωνται καὶ διοδευόμενοι διὰ τῆς διόδου καθότι προγέγραπται, ἕως ἂν ἀποδῶι Ἀπολλώνιος Δημητρίαι τὰς τετρακοσίας δραχμὰς τὸ δάνειον τοῦτο καὶ τὸν τόκον τῶν
τριακοσίων δραχμῶν τοῦ ὑπερπεσόντος ὑπὲρ τὸν ἐνιαυτὸν
χρόνου καὶ βεβαιούτω Ἀπολλώνιος Δημητρίαι καὶ τοῖς παρʼ αὐτῆς τὸν πύργον τοῦτον καὶ τὴν δίοδον καὶ τὰς θύρας κατὰ τὸν
προγεγραμμένον ἐνιαυτὸν καὶ ἐπὶ τὸν ἐχόμενον χρόνον ἕως ἂν
ἀποδῶι αὐτῆι Ἀπολλώνιος τὸ δάνειον τοῦτο τὰς τετρακοσίας
δραχμὰς καὶ τὸν τόκον τῶν τριακοσίων δραχμῶν καθότι προγέγραπται· ἐὰν δὲ μὴ βεβαιοῖ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ἀπολλώνιος Δημητρίαι τὸ μὲν δάνειον τοῦτο τὰς τετρακοσίας δραχμὰς ἡμιόλιον, τὸν δὲ τόκον
τῶν τριακοσίων δραχμῶν ἁπλοῦν, καὶ ἡ πρᾶξις ἔστω Δημητρίαι κατὰ τὸ διάγραμμα καὶ μηδὲν ἧσσον κυρία ἔστω ἡ μίσθωσις
τὸν συγγεγραμμένον χρόνον, καὶ ἐξέστω Δημητρίαι καὶ τοῖς
παρʼ αὐτῆς ἀντιεξάγειν τὸν ἐξάγοντα αὐτοὺς ἐκ τοῦ πύργου
τούτου καὶ τῆς διόδου ἀνυπευθύνοις οὖσι πάσης ζημίας καὶ
ἀνυποδίκοις· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται·
μάρτυρες· Τιμόλαος Θεσσαλὸς δεκανικός, Παρμενίων Πέρσης ἰδιώτης ἀμφότεροι τῶν Φίλωνος,
Περδίκκας Πολυάρχου Πέρσης, Φιλωνάδης
Λυσανίου Κυρηναῖος, Δημήτριος Θεμίσωνος Κυρηναῖος, Νουμήνιος Καλλιξένου Χαλκιδεύς, οἱ τέσσαρες τῆς
ἐπιγονῆς· συγγραφοφύλαξ Τιμόλαος·
Ἀπολλώνιος Πάτρωνος Κυρηναῖος τῆς ἐπιγονῆς ε…[…]…ας τετρακοσίας δραχμὰς
κα…[…]γρα …
Δημητρίας πρὸς
Ἀπολλώνιον δάνειον
δραχμαὶ υSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.