no image
DDbDP-text
Letter via HGV-meta
Linked by Trismegistos ID
TM 23346.
Each record below describes this same artifact or text from a different angle.
Μνασέας Ἀθηνοδώρωρι τῶι ἀδελφῶι καὶ διοικητῆι πλεῖστα χαίρειν καὶ διὰ παντὸς ἐρρωμένωι ἄριστα ἐπανάγειν ὡς εὔχομαι· ἐξενίσθην μεγάλως ἐπὶ τῶι Ἑρμᾶν παραγενό μενον μηδὲν ἐνηνοχέναι ὧν ἔγραψεν ἐσχηκέναι παρά σου· ἔγραψέν μοι γὰρ ὅτι ανο μοσων ἔσχηκεν ἀργυρίου δραχμὰς τετρακοσίας ὀγδοήκοντα καὶ ἀντὶ τῶν γεγονυιῶν ων δραχμὰς διακοσίας γίνονται δραχμαὶ χπ· λοιπὸν οὖν διοικητά, τῆς Θερμουθᾶτος φροντίσας ταχύτερον αὐτῇ πέμψον ἵνα μὴ ἐν Δημητρίοις ἀνίε ρος γένηται· καὶ σὺ γὰρ γνοίηςγνοσεισαι ὄτι οὐδέ πω οὐκέτι ἰσχύω· μὴ οὖν διὰ τοὺς περισπασμοὺς ἀμελήσῃς ἀλλʼ ὡς πάντοτʼ ἐποίεις καὶ νῦν αὐτῆς φρόντισον ἐκἐγ καιροῦ ἵνα διπλῆ ἡ χάρις γένηται· ἡμεῖς μὲν γάρ ἐσμεν ἀμν ήμονες· Ἑρμᾶς οὐ μὴ ἀμελήσῃ ἀλλὰ σχεθῇ σε νῦν δὲ ἠμᾶς εἰς ἐλπίδας διὰ τῆς ἐπιστολῆς ἐμβαλώνἐνβαλών μεμυκτήρικεν· καὶ τὰ ἐρίδια· εὖ καλῶς ποιήσας β ταχύτερον πέμψον ἵνʼ ἔχῃ εἰς τὸν χειμῶνα· ἀλλὰ ἐὰν οὐ μή ἐρίδια ἔχῃς, καὶ ἃ πόκια ἔχῃς παρακληθεὶς πέμψον· παρὰ πάντα δὲ σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς ἃ δὴ πρῶτον ἡμῖν τῶν ἐις εὐχήν ἐστιν· ἔρρωσο ἔτους παρὰ Μνασέου ἈθηνοδώρωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.