no image
DDbDP-text
Letter via HGV-meta
Letter to the merchant Athenodoros about boats requisitioned by the legion. A business letter to the merchant Athenodoros reporting that the legion has requisitioned all the boats, so the writer cannot ship wheat to Koma and asks for another boat lest the grain go unsold. Written in the Herakleopolite nome on 26 June 4 BC. machine translation
Linked by Trismegistos ID
TM 23368.
Each record below describes this same artifact or text from a different angle.
[…]Ἀθηνοδώρωι τῶι ἐμπολαίωι
[…]πλεῖστα χαίρειν καὶ διὰ παντὸς
ἐρρωμένωι ἄριστα ἐπανάγειν ὡς εὔχομαι·
γίγνωσκε ὅτι τὰ πλοῖα ἅπαντα ἐγγεγάρευται
ὑπὸ τῆς λεγεῶνος καὶ οὐχ εὑρίσκω πως νῦν
τὸν πυρὸν μεταγάγω εἰς Κόμα· εἰ οὖν ἐθέλεις
πέμψον μοι πλοῖον ἕτερον ὅπως πορεύωμαι
εἰς τὴν Κόμα· ἐὰν γὰρ μὴ μεταχθῆι ὁ πυρὸς
ἄπρατος ἔσται· ἕκαστος γὰρ …[…]
…ου γεωργὸς ἀπὸ Νέας Ἀγορᾶς· οἱ
γὰρ ἑλόντες τὴν νέαν
ἤδη οἱ πλείονες πεδ…ται τὴν τιμὴν τῆι λεγεῶνι·
Ἀντίοχός φασιν ἐμὲ δεῖν λαβεῖν
εἰς ἃ ἐποίησαν …[…]
ὑπερ… τ[…]ὸ ἀνήλωμα· πρὸ τῶν ὅλων
σεαυτοῦ
ἐπιμέλου ἵνʼ ὑγιαίνῃς ὃ δὴ μέγιστον ἡγοῦμαι·
ἔρρωσο· ἔτους κϛ Καίσαρος
Ἐπεὶφ βSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.