Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.17.2685

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου Νέου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου Μεσορὴ εἰκάδιεἰκὰς τετάρτης ἰ¨νδικτιῶνος Αὐρηλίᾳ Ἀφθονίᾳ τῇ εὐγενεστάτῃ ἐκ πατρὸς τοῦ μακαρίτου Ὑψίστου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίων Παπνουθίου Ἰωάννου μητρὸς αςΤαρασίας καὶ Πινουτίου αὐτοῦ ἀδελφοῦ στιππουργῶν ἀπὸ κώμης Ἄρεως τοῦ Ἑρμουπολίτου. ὁμολογοῦμεν ἀλληλέγγυοιἐξ αλλελέγγυ ὄντες καὶ ἀδιαιρέτως ἀλλήλωνἀλλήλους ἀνάδοχοι ἐπὶ τῇ συνθέσει ταύτης τῆς μισθώσεως ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαιπαρὰ σοῦπρὸς ἐπὶ δεκαετῆἑνδεκαετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ πέμπτης ἰνδικτιῶνος καὶ αὐτῆς τὰς ὑπαρχούσας σοι ἀρούρας δύο σπορίμης ἀνύδρου γῆς οὔσας ἐν τῷ ἀπηλιώτῃ τῆς αὐτῆς πόλεως ἐκ νότου τοῦ χώματος ἐξ ἀπηλιώτου πρὸς νότον τῆς ἁγίας ἀρετῆς ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου ὧν γείτονες νότου βορρᾶ ἀπηλιώτου λιβὸς εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρώμεθα, φόρου τούτων κατʼ ἔτος σίτου ἀρταβῶν δώδεκα, γίνονται σίτου ἀρτάβαι ιβ, ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ τῷ Ἀθηναίῳ ἀποδώσομενἀποδώσωμεν μεν καὶ ἀποκαταστήσομενἀποκαταστήσωμεν εἰς οἶκόν σου ἐν Ἑρμοῦ πόλει ἰδίοις ἡμῶνμου ζῴοις καὶ ἀναλώμασι ἐν τῷ Ἐπεὶφ μηνὶ κατʼ ἔτος ἀνυπερθέτως. παρέξομενπαρέξω δὲ κατʼ ἔτος λόγῳ συνηθείας σταχύων δέματα ὀκτὼ καὶ ἀχύρου σιτίνου σαργάνην καὶ γάλακτος χύτρανχύθραν μίαν καὶ φασήλουπασήλου δέμαου ἓν καὶ εἰ σὺ βούλῃ μὴ ἡμᾶς ἀποστῆναι τῆς γεωργίας τῶν αὐτῶν δύο ἀρουρῶν πρὸ συμπληρώσεως τοῦ εἰρημένου δεκαετοῦςἑνδεκαετοῦς χρόνου ἐπὶ τῷ ἡμᾶς τὸν φόρον ἀποταττομένους τῇ τῶν νόμων βοηθέᾳ καὶ τηει καὶ οὐκ ἔξεστιν ἡμῖν ἀποστῆναι εντο ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Παπνούθιος καὶ Πινούτι ος Ἰωάννου οἱ προκείμενοι μεμισθώμεθα ὡς πρόκειται. ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων Ἐπιφάνιος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων. διʼ ἐμοῦ Ἰου συμβολαιογράφου ἐγράφη.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.