Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.17.2694
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Φωκᾶ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ἕκτου Τῦβι εἰκάδι ἑνδεκάτης ἰνδικτιῶνος. Αὐρήλιος Πατοῦς υἱὸς Ἰσακίου ἐκ μητρὸς Νόννας ευς ἀπὸ κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου Αὐρηλίῳ Μαθείᾳ τῷ θαυμασιω τάτῳ αὐθέντῃ στιππουργῷ υἱῷ τοῦ μακαρίτου Παπνουθίου ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τῆς τελείας καὶ ἀξίας τιμῆς κούφων νέων μεγάλων ἀγγείωνἀγγίων πεντακοσίων τριάκοντατριακοτα δύο καὶ κοῦρι τέσσαρα γίνεται κοῦφα νέα μεγάλα ἀγγίων φλαυ β καὶ κοῦρι δ, ἅπερ παρέξω σοι ἐν τῷ Ἐπὶφ μηνὶ τῆς σὺν θεῷ δωδεκάτηςδδεκατης ἰνδικτιῶνος ἐν κούφοις νέοις καλοῖς πεπισσωμένοιςπεπεισσομένοις ἀθεαφίοις ἀνοζαρίοις ἀκλάστοις καὶ ὁμολογῶ τὰς ἑκαστ αὐτῶν διδόναι οὐ μὴν ἀλλὰ καὶ ταλεομεν ἐξ αὐτῶν νοταρίῳ περαιτέρω δύο κούφων κατα ἀλλάξαι σοι ἐν καλοῖς κούφοις. εἰ δὲ μὴ δώσω σοι τὰ αὐτὰ κοῦφα ἐν τῇ αὐτῇ προθεσμίᾳ, παρέξω σοι ὑπὲρ τῆς αὐτῶν τιμῆς χρυσοῦ νομισμάτια δύο κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς ἐμῆς παντοίας ὑποστάσεως. τὸ παρὸν γραμματεῖον κύριον καὶ βέβαιον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πατοῦς Ἰσακίου ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμματεῖον ὡς πρόκειται. Αὐρήλιος Ζαχαρίας ἀπὸ Ἑρμοῦ πόλεως ἔγραψαψα εγρα αὐτοῦ γράμματα μὴ εἰδότος. Γεωργίου ἐλάχιστος διάκονος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Κολλοῦθος Ἀπολλῶ ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Ἰσάκου σὺνθεῷ συμβολαιογράφου ἐγράφη ιδιθ Πατοῦτος Ἰσακίου ἀπὸ κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου.Cross-references (3)
- TM-Text 69765 primary
- DDbDP-Text bgu;17;2694 tier-1
- HGV-Text 69765 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.