no image
DDbDP-text
τῇ εὐγενεστάτῃ Ἡρᾶι Φοιβάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως
Πέτρος λογογράφος μερίδος Διοσκορίδου. πεπλήρωμαι παρὰ σοῦ
ὑπὲρ τοῦ πέμπου μέρους τῶν νομισματίων δ παρὰ κεράτια τῶν
χρεωστουμένων μοι παρὰ τοῦ μακαρίτου
σου ἀδελφοῦ Σαραπίωνος ὑπὲρ τῶν δημοσίων
αὐτοῦ ὑπὲρ τῶν παρελθόντων χρόνων
μέχρι ια ἰνδικτιῶνος καὶ αὐτῆς, τουτέστιν χρυσοῦ
νομισμάτιον α παρὰ κεράτια ϛ, καὶ μηδένα λόγον ἔχω πρὸς σὲ
περὶ τούτου καὶ πρὸς σὴν ἀσφάλειαν τοῦτό
σοι πεποίημαι τὸ ἐντάγιον μεθʼ ὑπογραφῆς
ἐμῆς ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.