no image
DDbDP-text
[1]
[…] ἀντίγραφον ἔτους λα Ἐπεὶφ κβ
[…]… Μεμ…[…]ἔτους λα Ἐπεὶφ κβ
ἐὰν οἱ παρὰ Λεωνίδου τοῦ τεταγμένου πρὸς τῆι σιτολογίαι
ἐμβάλλωνται ὥστʼ εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν
ἀπὸ τῶν γενημάτων τοῦ λα ἔτους κατὰ τὸν παρὰ Σαραπίωνος
τοῦ ἐπὶ τῶν προσόδων χρηματισμὸν εἰς προσαγωγίδα
βασιλέως, ἧς μισθωτὴς ὁ ναύκληρος Δωρίων Ἄνδρωνος,
ἀγωγῆς Ε, τὴν διασαφουμένην ἀναπεπέμφθαι ἐκ τῆς
πόλεως ὑπὸ Ἡρώδου καὶ Ἡρώδου τῶν πρὸς τῆι ναυλώσει
ἐπʼ ἀνάληψιν πυροῦ καθαροῦ ἀδόλου κεκοσκινευμένου
μέτρῳ δοχικῷ τῷ πρὸς τὸ χαλκοῦν καὶ σκυτάληι δικαίαι
[…]ἐπιβιβασθέντων φυλακιτῶν κεκληρουχημένων
τῶν καὶ μάλιστα πίστιν ἐχόντων οἷς καὶ τὸ δεῖγμα
[… ? lines lost …]
[2]
μετὰ τῆς Φίλωνος καὶ Πατρόκλου
τῶν πρώτων φίλων καὶ τῶν περὶ τὴν διοίκησιν μαχαιροφόρων
καὶ ἐπίπλων γνώμης κ…[…]
αμεν πυροῦ ἀρτάβας εἰς τὰς καταγεγραμμένας[…]
γίνονται πυροῦ ἀρτάβαι Β, συμβαλοῦ ὡς εἴθισται καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς
ὡς καθήκει·
Σεμθεῖ ἀντιγραφεῖ θησαυροῦ Περὶ Φεβῖχιν […]
πυροῦ ἀρτάβας Β·[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.