no image
DDbDP-text
[r]
Ἀνδρόμαχος Ἁρχήβει χαίρειν· τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται· […]
[…] ἔρρωσο· ἔτους[…]
Λεωνίδῃ· τοῦ παρὰ Διονυσίου καὶ Ἡρωΐδου τῶν πρὸς τῇ ναυλώσει χρηματισμοῦ ἀντίγραφον ὑπόκειται· κατακολουθήσας οὖν ἐμβαλοῦ
συνεπιστέλλοντος Ἁρχήβιος τοῦ βασιλικοῦ γραμματέως εἰς σκάφην[…]
[…]ἀγωγῆς[…]κ, πυροῦ καθαροῦ ἀδόλου κεκοσκινευμένου μέτρῳ
δοχικῷ τῷ πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίᾳ,[…]ἐπιβιβασθέντων φυλακιτῶν κεκληρουχημένων τῶν μάλιστα πίστιν
ἐχόντων, οἷς καὶ τὸ δεῖγμα κατεσφραγισμένον ἐπιτεθήσεται
ἐν γεΐνοις ὠμοῖς ἀγγείοις καὶ παρακομιοῦσι παρὰ τοῦ πρὸς
τῇ σιτηρᾷ τῆς ἐξαιρέσεως τοὺς καθήκοντας χρηματισμοὺς ληφθείσης καὶ τοῦ ναυκλήρου χειρογραφίας ὅρκου βασιλικοῦ περὶ
τοῦ ἀκακοποίητον ἀποκαταστήσειν εἰς τὴν πόλιν τὸν γόμον
οὐ στραγευσάμενον ἐν τῶι πόρωι μετὰ τῆς Παγκράτου καὶ Δημητρίου τῶν περὶ τὴν διοίκησιν μαχαιροφόρων καὶ ἐπίπλων γνώμης,
[…]… ἀγωγῆς πυροῦ ἀρτάβας ἑπτακοσίας εἴκοσι καὶ σύμβολον καὶ ἀντισύμβολον
ποίησαι πρὸς αὐτούς· […]
[… ? lines lost …]
[v]
Ἁρχήβει[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.