no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9142.
Each record below describes this same artifact or text from a different angle.
Λυ Δίωι καὶ Πρωτογένει γεγυμνασιαρχηκόσι βιβλιοφύλαξι τῆς ἐν ἈρσινοίτῃἈρσινοιτῶν πόλει δημοσίας βιβλιοθήκης παρὰ ΣελεύκουΓεκου καὶ Πτολλᾶτος, ἀμφοτέρων ΠετσίριοςΠετει ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος. ἀφʼ ὧν ἀπεγράψατο ἑκάτερος ἡμῶν διὰ Ἀμμωνίου καὶ Σαραπίωνος προτέρων βιβλιοφυλάκων, βουλόμεθα παραχωρῆσαι τῶι ἑτέρωιτῶι ρωιτῶι γνησίωι ἡμῶν ὁμοπατρίωι καὶ ὁμομητρίωι ἀδελφῶι Πετεεῦτι ἑκάτερος ἕκτον μέρος κοινὸν καὶ ἀδιαίρετον ἐλαιῶνος ἐν κατοικικῆι τάξει ἀρούρης μιᾶς περὶ Ψεναρψενῆσιν, ὅ ἐστιἐστι, ἀφʼ οὗ ἑκάτερος ἀπεγράψατο ἐλαιῶνος ἥμισυ, ὥστʼ εἶναι ἐπὶ τὸ αὐτὸ τὸ ἐξοικονομούμενον ἐλαιῶνος ἀρούρης τρίτον τιμῆςτειμῆς ἀργυρίου δραχμῶν διακοσίων. διὸ προσαγγέλλομεν, ὅπως ἐπιστείλητε τῷ τὸ γραφεῖονγραφῖον Καρανίδος συνχρηματίζειν ἡμῖνἡμεῖν ὡς καθήκει. τῶι τὸ γραφεῖονγραφῖον Καρανίδος· καθʼ ἣν πεποίηνται περὶ τὸ τρίτον τρίτον μέρος τῆς τοῦ κλήρου ἀρούρης προσάγγελμαπροσαγγελίαν, ἐπεὶἀρούρης μιᾶς τῆς ὑπʼ οὐδενὸς κρατεῖταικρατοῦνται, τελείσθωκρατητε μισθῶμεισθῶ ὡς καθήκει. ἔτους ιγ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παῦνι γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.