no image
DDbDP-text
Letter from Heron and Horion to their brother Chairemon. A private letter from Heron and Horion to their brother Chairemon, sent from Alexandria in the 1st or 2nd century AD. They report having made an act of worship on his family's behalf before Sarapis, promise to return soon, and give instructions about contacting Chaireas and Demetrios in their absence. machine translation
Linked by Trismegistos ID
TM 25646.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἥρων καὶ Ὡρίων Χαιρήμονι τῷ
ἀδελφῷ χαίρειν.
γενόμενοι εἰς Ἀλεξάνδρειαν τὸ
προσκύνημά σου καὶ τῶν παιδίων
σου καὶ τῆς ἀδελφῆς σου ἐποιήσαμεν
παρὰ τῷ κυρίῳ Σαράπιδι καὶ Νείλου τοῦ
φίλου. εὑρόντες οὖν τὸν ἀναπλέοντα τῇ δ ἀναγκαίως ἔσχαμεν
διʼ ἐπιστολῆς σε ἀσπάσασθαι καὶ
εἰδέναι σε, ὅτι θεῶν ἐπιτρεπόντων τάχιόν σε ἕως τῆς η ἀσπασόμεθά σοι, ἐὰν δέ τινός σοι
χρεία ἦ, ὡς καὶ κατʼ ὄψιν σοι εἶπον,
Χαιρέᾳ τῷ συγγραμματεῖ μνήσθητι,
Νεῖλος δὲ συνεχῶς πρὸς Δημήτριον
τὸν βοηθόν μου πορευέσθω, ἵνα μηδὲν ἄνευ τῆς σῆς γνώμης ὁ Δημήτριος[…]ς παρα[…]ται
[v]
Χαιρήμονι […]ἀπὸ Ἥρωνος[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.