no image
DDbDP-text
Letter from Chairemon to his brother Apollonios about a calf, seed wheat and oxen. A private letter from Chairemon to his brother Apollonios with farm instructions: arranging about a calf, taking a sack of wheat to Hephaistias to exchange for good seed, dealing with a hired man about oxen, and telling the household to keep the door secured. It was written in the Arsinoite nome on 5 December AD 75. machine translation
Linked by Trismegistos ID
TM 9253.
Each record below describes this same artifact or text from a different angle.
[r]
Χαιρήμων Ἀπολλωνίωι τῶι ἀδελφῶι
πλεῖστα χαίρειν καὶ ὑγιαίνειν.
εὖ ποιήσεις συντυχὼν Πεταῦτι τῶι
διάκωνι, ἵνα βάληι τὸν μόσχον πρὸ
τῶν προβάτων ἢ Σάσειτι υἱῶι Πετεσούχου
Πασεῖτος καὶ ἐὰν εἴπωσι ὅτι ἔνεγκε
αὐτὸν, πέμψον Ἁτρῆν ἔχοντα αὐτὸν
εἰς τὸν ἀγρὸν καὶ μετρησάτω Ἁτρῆς
τὸν σάκκον τοῦ πυροῦ καὶ ἐπένεγκε αὐτὸν εἰς Ἡφαιστιάδα καὶ ἀλλαξάτω σε αὐτὸν Πασίων καλοῖς σπέρμασι. μὴ οὖν ἄλλως ποιήσεις σύντυχε δὲ Πανεσνε τῶι μισθωτῆι χάριν
βοϊκῶν τοῖς ἐμοῖς λόγοις, ἕως καταβῶι
καὶ δῶι αὐτῶι τὸν χαλκὸν καὶ φύλαξαι σεαυτόν, ἐπεὶ στρατιώτης ἔτι εἶ
μετὰ τοῦ σιτολόγου τῆς ο[…]ς
χάριν τῶν φορέτρων. ἐὰν[…]ησους γέγονασι εἰς ἱερὰν […]σηι
πρὸς Χαιρήμονα διὰ νυκτὸς. μὴ οὖν
ἄλλως ποιήσεις. ἐὰν δὲ θέλῃς, σύντυχε καὶ Σαρᾶτι υἱῶι … Παποντῶτος χάριν
τοῦ μόσχου, ἐπεὶ καὶ αὐτὸς εἴρηκέ με
ἐνέγκαι αὐτὸν εἰς τὸν ἀγρόν. ἐρεῖς δὲ
εἰς οἶκον φυλάξεσθαι αὐτοὺς, μὴ ἀφέτωσαν
τὴν θύραν, ἡνίκʼ ἀκλείστη ἦν, ἐρεῖς Ἱερανούφι
Καλασαστι καὶ Ὀρσενούφι Πιθέως ἀναβῆναι ταχύ ἔρρωσο
ἔτους η Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ
Χοιὰκ η.
[v]
ἀπόδος Ἀπολλωνίωι ἀδελφῶι.
Πτολλᾶς Χαιρήμωνι […]
Φωσφόρε φωσφορέουσα φίλων φῶς φῶς φέρε λαμπάς
παρὰ ωουυλ…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.