no image
DDbDP-text
Eingabe eines Priesters an den Strategen Soteles via HGV-meta
Linked by Trismegistos ID
TM 316208.
Each record below describes this same artifact or text from a different angle.
ἔτους β ο η κδπασρα πρ χρ ΣωτέλειΣωτέληι συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ Καλάθου ἱερέως Δήμητρος καὶ Κόρης καὶ τῶν ἄλλων θεῶν τοῦ ἐν κώμηι Φῦς Θεσμοφορίου. ἀνεγκλήτως παρεχόμενος τὰς λειτουργίας καὶ τὰς θυσίας καὶ σπονδὰς ἀναφέρων τοῖς θεοῖς ὑπὲρ σοῦ καὶ τῶν τέκνων, οἷς καὶ εὐχόμενος διατελῶ διδόναι σοι χάριτας μορφὴν πλοῦτον ὄλβον εὐτεκνίαν εὐπραξίαν, ὅπως διευτυχῇς εἰςἰς τὸν ἅπαντα χρόνον, παρὰ τὴν σὴν εὐσέβειαν ἐνοχλούμενος ὑπὸ Ὡρίωνος ὡς πρὸς στατηρισμὸν ἄλλοτε μὴ τετελεκότος μου πειρωμένου ἐπὶ σοῦ τοῦ μεγίστου καινισμὸν κατεν- πισι ἠνάγκασμαι τὴν ἐπὶ σὲ ποιήσασθαιποιήσασθε καταφυγήν. ἀξιῶ, ἐὰν φαί- νηται, παρεπιγράψαι τῶι Ὡρίωνι μὴ παρενοχλεῖν με πρὸς στατηρισμὸν καθάπερ ἐπὶ τῶν ἐν τῆι κώμηι Αἰγυπτίων ἱερέων, ὅπως δύνωμαι τοῖς θεοῖς τὰ νομιζόμενα καὶ τὰς ἐξῆς χρείας ἀμέμπτως ἐπιτελεῖνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.