no image
DDbDP-text
Linked by Trismegistos ID
TM 20054.
Each record below describes this same artifact or text from a different angle.
Διονυσίῳ Δείου γενομένου στρατηγοῦ τῆς πόλεως υἱῷ, νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος, τῶν ἐν τῷ Μουσείῳ σιτουμένωνσειτουμένων ἀτελῶν ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπι μελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Πετρωνίας Σαραπιάδος μετὰ κυρίου τοῦ ἀδελ φοῦ Γαίου Πετρωνίου Μαρκέλλου καὶ παρὰ Γαίου Ἰου λίου Ἀπολιναρίου στρατιώτου σπείρης πρώτης Ἀπα μηνῶν ἑκατονταρχίας Ἰουλιανοῦ. συνχωρεῖ ὁ Γάιος Ἰούλιος Ἀπολινάριος εἰληφέναι παρὰ τῆς Πετρωνίας Σαραπιάδος παραθήκην ἀκίνδυνον παντὸς κινδύνου ἱμάτια γυναικεῖα συντετιμη μένασυντετειμημένα ἀργυρίου δραχμῶν τριακοσίων καὶ χρυσᾶ κοσ μάρια ἐν εἴδεσι ἐπὶ τὸ αὐτὸ τετάρτων τριάκοντα δύο ἅπερ φυλάξει παρʼ ἑαυτῷ καὶ ἀποκαταστήσει αὐτῇ ὁπότε ἐὰν ἀπαιτῆται ἀνυπερθέτως ἢ ἐκτεί σει κατὰ τὸν τῶν παραθηκῶν νόμον, γεινομέ νης τῇ Πετρωνίᾳ Σαραπιάδι τῆς πράξεως ἐκ τῶν τοῦ Γαίου Ἰουλίου Ἀπολιναρίου ὑπαρχόντων πάν των καθάπερ ἐκἐγ δίκης. ἀξιοῦμενἀξιοῦται. ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι ϛSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.