Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.3.998

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεύοντος Πτολεμαίου τοῦ καὶ ἐπικαλουμένου Ἀλεξάνδρου θεοῦ Φιλομήτορος ἔτους ιδ ἐφʼ ἱερέωνἱερείων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Χοιὰχ β ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Ψενμεγχῆς Πανεχάτου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν νε μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν οὐλὴ μήλῳ ἀριστερῷἀριστερον ἐπισκάζων τὸν πόδα δεξιὸν συνεπικελεύοντος τοῦτω τούτου υἱοῦ Ἁρπαήσιος τοῦ Ψενμεγχῆτος Πέρσου ὡς ἐτῶν λ μέσουμεσος μελίχρωτος ὑποκλάστουὑποκλαστος μακροπροσώπου εὐθύρινοςεὐθυριν ἀσήμουἀσημος τὴν ὑπάρχουσαν οἰκίαν ᾠκοδομημένην καὶ κεκαμαρωμένην καὶ τεθυρωμένην καὶ τὴν προσοῦσανπροσουσης αὐλῆν τὴντῆς οὖσανοὐσης ἐν τῷ ἀπὸ βορρᾶ μέρει Παθύρεως ἧς γείτονες· νότου οἰκία Νεχούτου τοῦ Πανεχάτου βορρᾶ οἰκία Κεφάλωνος ἀπηλιώτου ῥύμη λιβὸς οἰκία Πόρτιτος τοῦ Πετεσούχου ἧς ἀνὰ μέσον ῥύμη ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πετεῆσις Ὀνηοῦς Πέρσης ὡς ἐτῶν μ μέσος μελίχρως ὑπόκλαστος οὐλὴ μετώπῳ χαλκοῦ τάλαντα τέσσαρατεσσαρες . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ψενμεγχῆς ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πετεῆσις ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ἔτους ιδ Χοιὰχ β ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ὁμολογεῖ Ψενμεγχῆς Πανεχάτου Πέρσης τῆς ἐπιγονῆς ἀφίστασθαι ἀπὸ τῆς πεπραμένης οἰκίας ᾠκοδομημένης καὶ τεθυρωμένης καὶ τῆς προσούσης αὐλῆς τῆςτὴν οὔσηςοὐσαν ἐν τῷ ἀπὸ βορρᾶ μέρει Παθύρεως ἧς γείτονες· νότου οἰκία Νεχούτου τοῦ Πανεχάτου βορρᾶ οἰκία Κεφάλωνος ἀπηλιώτου ῥύμη λιβὸς οἰκία Πόρτιτος τοῦ Πετεσούχου ἧς ἀνὰ μέσον ῥύμη ἢ οἳ ἂν ὦσι γείτονες, ἣν ἔθετο ὠνὴν Πετεήσι ἐπὶ τοῦ αὐτοῦ ἀρχείου πρὸς χαλκοῦ τάλαντα δ καὶ μὴ ἐπελεύ σεσθαιἐπελεύσασθαι μήτʼ αὐτὸς Ψενμεγχῆς μήδʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ ἐπὶ τὸν Πετεῆσιν μήδʼ ἐπʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ, εἰ δὲ μὴ ἥ τʼ ἔφοδος τῶι ἐπι πορευομένωι ἄκυρος ἔστω καὶ προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα ὀκτὼ καὶ ἱερὰςἱερα βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρξ καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτῷ ἔστω ποιεῖν κατὰ τὰ προγεγραμμένα. ἡ δὲ ὁμολογία ἥδεἥτε κυρία ἔστω πανταχῆ οὗ ἂν ἐπιφέρηται. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.