no image
DDbDP-text
Amtliche Korrespondenz via HGV-meta
Linked by Trismegistos ID
TM 9444.
Each record below describes this same artifact or text from a different angle.
[1]
[… ? lines lost …]
[… 3 lines lost …]
[2]
[… ? lines lost …]
[…]θα[…]μη προς[…]
[…]ἐλαιώνων θ[…]…σιν τῶν τε…
ν…[…]αν τὰς ἀντὶ συμβολαίων γεγονυίας διαγραφὰς τραπεζῶν μὴ εἶναι ἐν καταχωρισμῷ, ὅθεν
ἐπεζήτησα παρὰ τοῦ τῆς κώμης κωμογραμματέως
Ἁρποκρατίωνος ὑπὸ τίνων νυνὶ διακρατοῦνται αἱ τοῦ
ἐλαιῶνος ἄρουραι β καὶ κατὰ ποῖον δίκαιον, ὃς καὶ αὐτὸς τὰ αὐτὰ τοῖς βιβλιοφύλαξι προσφωνήσας προσέθηκεν τὰς
τοῦ ἐλαιῶνος ἀρούρας β διὰ ἀπαιτησίμου τῆς κώμης μὴ
ἀναγράφεσθαι.
τὸν ὑπὸ τῶν γραμματέων τῆς μητροπόλεως μηνυθέντα ἀντιπεποιῆσθαι ὑπὸ τοῦ Φαρίωνος ἱπ[…]
ἀπὸ συνοικιῶν ἐμπεπρησμένων ἃς ἐδα…[…]τῆς
Ἀγριππινιανῆς οὐσίας […]ἐκέλευσας διαμισθῶσαι
ἐπὶ τῷ οὐσιακῷ λόγῳ[…]προστίθεσθαι. ταύτης
οὖν γενομένης τῆςδιαμισθώσεως ὑπʼ ἐμοῦ καὶ[…]τος κατω ο τοῦ βασιλικοῦγραμματέως ἐπεδέχοντο[…]
[…]…[…]ν ἐπʼ αὐ[…]…ος[…]
[3]
[… ? lines lost …]
[… 1 line lost …]
[…]ηκον[…]…[…]
[…]κίου γραμματέως βιβλιοφυλακίου λόγων διʼ ὧν
δηλοῦται τοῦ […]ένος γράψαντος παρα[…]σθαι τῇ Ἑλένῃ
ψίλους τόπους βίκων λη γῆς κατοικικῆς ὑπὸ τοῦ Εὐδήμου τῷ ε ἔτει
Ἁδριανοῦ τοῦ κυρίου Παῦνι τῶν τοῦ ἀργυρίου δραχμῶν Βω, ἃς καὶ διαγεγράφθαι ὑπʼ αὐτῆς σὺν τοῖς ἑπομένοις.
ἔτους ιε Μεσορὴ ἐπαγομένων ε
ἄλλης
ἀντίγραφον βιβλιδίου πεμφθέντος σοι ὑπὸ Κέστου γενομένου βοηθοῦ τῆς ἐπιτροπῆς περιέχον τὸ κατʼ ἄνδρα τῶν
ὀφειλομένων ἔν τισι μισθωταῖς πεπληρωκόσι τοὺς χρόνους
ὑπὲρ ἐνλείμματος φόρων καὶ ἄλλων ὑπέταξας ἐπιστολῇ γραφείσῃ
ὑπὸ σοῦ ἐμοί τε καὶ Ἡρώδηι τῷ καὶ Τιβερίωι στρατηγῶι Ἀρσινοίτου Θεμίστου μερίδος ἐν ἧι ἐκέλευσας
τῇ ἀπαιτήσει τῶν κανόνων εὐτονώτερον ἔτι ἐξετάσαι
περὶ τῶν ὑπαρχόντων αὐτοῖς ἐξ οὗ χρόνου προσῆλθον ταῖς μισθώσεσι τά τε κατὰ πίστιν αὐτῶν ὑπάρχοντα καὶ τὰ διακείμενα καὶ ὅσας ἂν … […]σεως ἐπεξέλαβον[…] προκ[…]
[…]ηθεμ[…]ογω …[…]
[4]
[… ? lines lost …]
καὶ π[…]…α…[…]ν ε[…]… φανερὸν
ἐποίησα τῷ Ἡρώδηι τῷ καὶ Τιβερίωι, ἐπέστειλα δὲ καὶ τοῖς τῶν
ἐνκτήσεων βιβλιοφύλαξι Δείωι τῷ καὶ Ἀπολλωνίωι καὶ Ἡρώδῃ
τῷ καὶ Διογένει, ὅπως τῶν διὰ τοῦ ὑποτεταγμένου βιβλιδίου
ὑπομισθωτῶν τὸν διακείμενον παρʼ αὐτοῖς πόρον ἤτοι ἐπʼ ὀνομάτων αὐτῶν ἢ ἑτέρων κατὰ πίστιν ἐξ οὗ χρόνου προσῆλθεν ἕκαστος τῇ μισθώσει καὶ ἄν τίνα ἦν ἐξῳκονομημένα δηλώσωσι,
ὁμοίως δὲ καὶ τῷ Κέστωι, ἵνα τὸ καθʼ ἓν τῶν ὑπηλλαγμένων
ὑπʼ αὐτῶν ὑπαρχόντων, πρὸς ἣν ἕκαστος ἐξέλαβεν μίσθωσιν,
μεταδῷ μοι κεχωρισμένων τῶν εἰς πρᾶσιν ὑπερκειμένων, ἔτι δὲ
καὶ τὴν γεγονυῖαν αὐτοῖς παράδοσιν καὶ ἐφʼ αἷς αἱρέσεσιν προσελθόντες ἐκυρώθησαν, πρὸς τὸ τὰς μὲν προσόδους τῶν ὀφειλόντων
κρατεῖσθαι[…]απ…ν, τῶν δὲ ἐν ἐλάσσονι διαθέσει φανέντων
τὴν σύλληψιν[…]…[…]ν. οἱ μὲν τῶν ἐνκτήσεων βιβλιοφύλακες
ἐδήλωσαν ἐνίοις μὲν αὐτῶν μηδένα πόρον ὑπάρχειν, τοῖς δὲ
ἄλλοις μηδὲν πλέον τῶν εἰς πρᾶσιν ὑπερκειμένων, ὁ δὲ Κέστος
τὰ αὐτὰ περὶ τοῦ πόρου τῶν δηλουμένων ὑπομισθωτῶν μεταδοὺς προσέθηκεν τῶν μισθωτῶν τὸ συνοψισθὲν κεφάλαιον
[…]…[…]των[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.