Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.4.1062
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Σαραπίων ὁ καὶ Δῖος καὶ Ἑρμίας ἀνθʼ οὗ Ἑρμῆς ὁ καὶ Εὐδαίμων ἀπελεύθερος Ἑρμίου Σαραπίωνος ἀμφότεροι ἀπὸ ὈξυρύγχωνὈξυρυγχειτῶν πόλεως εἰσδοθέντες ὑπὸ τοῦ τοῦ ἐνεστῶτος γ ἔτους ἀμφοδογραμματέως Αὐρηλίου Σαραπίωνος εἰς ἐπιτήρησιν ὠνῆς πελωχικοῦπελωχου πόλεως νομοῦου ὈξυρυγχίτουὈξυρυγχείτου, ὁ μὲν Σαραπίων ὁ καὶ Δῖος διὰ τοῦ ἑαυτοῦ πατρὸς Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Διο σκουρίδου ἀπὸ τῆς αὐτῆς πόλεως, ὁ δὲ Ἑρμίας ἀνθʼ οὗ Ἑρμῆς ὁ καὶ Εὐδαίμων διὰ τοῦ αὐτοῦ ἀμφοδογραμματέως Αὐρηλίου Σαραπίωνος Θέωνος καὶ Ἀμόις Ἀμόιτος μητρὸς Ἡρακλείας καὶ Σύρος ὁ καὶ Ἀγαθὸς Δαίμων Πτολεμαίου μητρὸς Νιλοῦτος ἀμφότεροι ἀπὸ τῆς αὐτῆς πόλεως καὶ Γάϊος Ἰούλιος Ἀλέξανδρος υἱὸς Γαΐου Ἰουλίου Σουβουράνα Λόγγου μητρὸς Νίκης, ὁ μὲν Σαραπίων ὁ καὶ Δῖος διὰ τοῦ ἑαυτοῦ πατρὸς αὐτοῦ Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Διοσκουρίδου καὶ ὁ Ἑρμίας ἀνθʼ οὗ Ἑρμῆς ὁ καὶ Εὐδαίμων διὰ τοῦ αὐ τοῦ ἀμφοδογραμματέως Αὐρηλίου Σαραπίωνος συνηλλαχέναι τῷ τε Ἀμόι καὶ Σύρῳ τῷ καὶ Ἀγαθῷ Δαί μονι καὶ Γαΐῳ Ἰουλίῳ Ἀλεξάνδρῳ τοῖς τρισὶ ἐξ ἀλληλεγγύης τὴν δηλουμένην ἐπιτήρησιν ἐπὶ τὸν τοῦ ἀμφόδου αὐτῶν ἐνιαύσιον χρόνον ἀπὸ α τοῦ ὄντος μηνὸς Θῶθ ἕως ε ἐπαγομένων τοῦ αὐτοῦ ἐνεστῶτος γ ἔτους ἐπὶ τῷ αὐτοὺς τοὺς περὶ τὸν Ἀμόιν τὴν ἀπαίτησιν ποιήσασθαι πάν των τῶν τῇ αὐτῇ ὠνῇ ὑποστελλόντων πράσσοντας κατά τε τὸν τῆς ὠνῆς γνώμονα καὶ τὴν τοῦ νομοῦ συνήθειανσυνήθιαν καὶ σύμβολα ἐκδοῦναι τοῖς διαγράφουσι καὶ τὰς διαγραφὰς ἀναδοῦναι ἐπὶ τὴν τοῦ νομοῦ δημοσίαν τράπεζαν καὶ ὑπακοῦσαι καθʼ ἕκαστον μηνιαῖον τῷ τοῦ νομοῦ στρατηγῷ πρὸς τὰς διαγραφάς, ἔτι δὲ καὶ συστήσασθαι τοὺς ταύτης λόγους ὡς ἐκελεύσθηἐκ καὶ τού των τὸν καταχωρισμὸν ποιήσασθαι οἷς δέον ἐστίν, καὶ τοὺς ἴσους ἐπιδοῦναι τῷ ἀποσταλησο μένῳἀπομένῳ ἐξεταστῇ καὶ πάντα ἐπιτελέσαι ὅσα τῇ αὐτῇ ὠνῇ ἀνήκει διὰ τὸ ἐντεῦθεν διαπεπεῖ σθαι αὐτοὺς ὑπʼ αὐτῶν περί τε ὀψωνίου καὶ τιμῆς χάρτου καὶ γράπτρων καὶ πάντων ἁπλῶς τῶν τῇ αὐτῇ ὠνῇ διαφερόντων, οἱ δὲτοὺς δὲ περὶ τὸν Ἀμόιν εὐδοκεῖν ἐπὶ τούτοις καὶ ἕκαστα ποιή σεινκαταήσειν τῶν προκειμένων καὶ ἀπαρενοχλήτους καὶ ἀνεισπράκτους καὶ ἀζημίους καὶ ἀσκύλτους παρέξειν τοὺς περὶ τὸν Σαραπίωνα τὸν καὶ Δῖον περὶ πάντων ἁπλῶς τῶν τῇ αὐτῇ ἐπιτηρήσει ἀνηκόντων καὶ μὴ ἐξεῖναι μηδενὶ αὐτῶν παραβαίνειν τὰ προκείμενα. κύριον τὸ συνάλλαγμα. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γείνεσθαι ἐπερωτηθέντες ὑπʼ ἀλλήλων ἑαυτοῖς ὡμολόγησαν. ἔτους γ Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Μαξιμείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Γαΐου Ἰουλίου Οὐήρου Μαξίμου τοῦ ἱερωτάτου Καίσαρος ΣεβαστοῦΜαξίμου τοῦ αἰωνίου Καίσαρος Σεβαστοῦ υἱοῦ τοῦ Σεβαστοῦ Θῶθ α Ἀμόις Ἀμόιτος διʼ ἐμοῦ Αὐρηλίου Διοσκόρου Ἀπίωνος ἀγορανο μήσαντοςτοῦ ἀγορανομήσαντοσ βουλευτοῦ συνηλλάγην σὺν τοῖς ἄλλοις τὴν προκει μένην ἐπιτήρησιν ἐπὶ πᾶσι τοῖς προκιμένοις καὶ ἐπερωτη θεὶς ὡμολόγησα. Αὐρήλιος Σύρος ὁ καὶ Ἀγαθὸς Δαίμων ἔγραψα καὶ συνηλλάγην τὴν προκειμένην ἐπιτήρησιν ὡς πρόκειται καὶ ἐπερωτηθεὶςἐπερωθεὶς ὡμολόγησα. Γάιος Ἰούλιος Ἀλέξανδρος συνηλλάγην τὴν ἐπιτήρησιν ὡς πρόκιται καὶ ἐπερωτηθεὶςἐπερωτητὶς ὡμολόγησα. τὸν Ἀμόιν Ἀμόιτος ὑπέβαλεν Διόσκορος ὁ ἀγορανόμος ὁ καὶ ἀντʼ αὐτοῦ ὑπογράψας, ὁ γὰρ Σύρος ὁ καὶ Ἀγαθὸς Δαίμων ἐστὶν Πτολεμαίου Κερκεθυρείτου υἱὸς ὡς κοινωνὸς τοῦ Γαίου. ἔστιν δὲ ὁ Ἀλέξανδρος ἀδελφὸς Ἡρακλᾶ Γαϊτάνα. τετρασσὸν ἐγράφη, ὧν ἔσχεν ὁ ἀμφοδογραμματεὺς α καὶ Διόσκορος α καὶ Αὐρήλιος α συνάλλαγμα Δίου υἱοῦ ἐπιτηρήσεως τέλους πελωχικοῦ γ ἔτους ἐπὶ τοῦ τῆς πόλεως ἀμφοδογραμματέως.Cross-references (3)
- TM-Text 18507 primary
- DDbDP-Text bgu;4;1062 tier-1
- HGV-Text 18507 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.