no image
DDbDP-text
Pachtangebot auf Privatland via HGV-meta
Linked by Trismegistos ID
TM 18530.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας ΔομιττίουΔομιτίου Μοδέστου τοῦ ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ἀρινθέου τοῦ λαμπροτάτου κόμιτος καὶ μαγίστρου στρατιωτῶν Θὼθ δ. Αὐρηλίῳ Ἑρμείνῳ Ἑρμείου πολιτευομένῳ Ἑρμοῦ πόλεως τῆς μεγάλης καὶ λαμπροτάτης παρὰ Αὐρηλίου Σιλβανοῦ Ἑρμοδώρου πολιτευομένου τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ πρὸς μόνην τὴν εὐτυχῶς ἐσομέ νην κατασπορὰν τῆς ἑκκαιδεκάτης ἤτοι πρώτης ἰνδικτίονος, καρπῶν δευτέρας τὸ ὑπάρχον σοι γεώργιον ἀρουρῶν ὅσων ἐστί, ἐν ᾧ λάκκος, καὶ χρηστηρίων πάντων τὸτοὺ ἐν πεδίοις κώμης Θραγὴ τοῦ Ἑρμουπολίτου εἰς σπορὰν καὶ κατάθεσιν ὧν ἐὰν αἱρῶμαι, φόρου ἀποτάκτου τοῦ πρὸς ἀλλήλους συμπεφωνημένου ἑκάστης ἀρούρηςἀρους τῆς ἐκ γεωμετρίας καιρῷ φανησομένης δικαίῳ σχοινίῳ ἐν αὐτῇ τῇ κατασπορᾷκαστασπορᾷ, τῶν μὲν ἐν ἀναπαύμασι κατα τιθεμένων ἐν πυρῷ ἀρουρῶν εἴκοσι πυροῦ ἀρταβῶν ἕξ , τὰς δὲ λοιπὰς κατατιθεμένας ἐν ὀσπρίοιςὀσπραίοις κριθῶν ἀρταβῶν τεσσάρων . ὅνπερ φόρον συναγόμε νον καὶ φανησόμενον ἀποδώσω σοι καὶ μετρήσω καιρῷ συνκομιδῆς, πυρὸν καὶ κριθὰς νέα καθαρὰ ἄβολαἀβολω ἄδολα κεκοσκινευμένα τῷ Ἐπεὶφ μηνὶ τῆς αὐτῆς δευτέρας ἰνδικτίονος μέτρῳ Ἀθηναίῳ ἐφʼ ἁλώνων τῆς αὐτῆς κώμης, τῶν δημοσίων παντοίων πρὸς σὲ Ἑρμεῖνον. εἰ δὲ μὴεἰ ἐξεῖναί σοι μετὰ ταῦτα ἑτέρῳ ἐκμισθώ σασθαιἐκμισασθαι. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα Θὼθ δ. Αὐρήλιος Σιλβανὸς Ἑρμοδώρου μεμίσθωμαι ὡς πρό κειται, παρέξωπαραδώσω δέ σοι κριθινοῦ ἀχύρου γύργαθα δύο .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.