no image
DDbDP-text
Abzahlung eines Eranos - Darlehens, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18580.
Each record below describes this same artifact or text from a different angle.
Ἀπολλώνιος Πτολεμαίου καὶ Τρύφωνι τῷ Πτολεμαίου προστάτηι ἐράνων χαίρειν. ὃν ἀνειλόμεθα τῇ τοῦ ἐνεστῶτος κ ἔτους Καίσαρος ἔρανον τὰς τοῦ ἀρ γυρίου δραχμὰς ἑξήκοντα , ἀποδώσομεν ἐν μησὶ δώδεκα ἀπὸ δραχ μὰς πέντε διορθούμενοι κατὰ μῆνα ἕκαστον τῇ τοῦ διαπορευομένου μηνὸς μηδεμίαν ἡμέραν κοίλην ποιού μενοι, ἢ ἐφʼ ἧς ἐὰν κοιλάνωμεν ἐκτίσομενἐκτίσειν τὸ ἐνοφειληθησόμενον σὺν ἡμιολίᾳ μὴ ἀναμείναντας τὸν μεμερισμένον χρόνον, τοῦ δὲ ὑπερπεσόντος χρόνου τόκους διδράχμους τῆς πράξεως γεινομένης σοι ἐξ ἡμῶν τῶν ὄντων ἀλληλεγγύων εἰς ἔκτι σιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν ἡμῶν αἱρῇ καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωμεν πί στεων πασῶν σκέπης πάσης. Ἀπολλώνιος ἸσιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.