Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.4.1149
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
κόλλημα Πρωτάρχωι παρὰ Γαίου Ἰουλίου Φιλίου καὶ παρὰ Μάρκου Μουνατίου Ἐπινα Πέρσου τῆς ἐπιγονῆς καὶ τῆς γυναικὸς Ἰσιδώρας τῆς Ἀρείου ΠερσίνηςΠερσείνης μετὰ κυρίου τοῦ ἀνδρός. περὶ τῶν διεσταμένων συνχωρεῖ ὁ Γάιος Ἰούλιος Φίλιος εἰληφέναι παρά τε τοῦ Μάρκου καὶ τῆς Ἰσιδώρας διὰ τῆς Κάστορος κολλυβιστικῆς τραπέζης εἰς ἃ ἔλαβον παρὰ αὐτοῦ ὅ τε Μᾶρκος καὶ Ἰσιδώρα σὺν Σέξστωι ντίῳ Ποπιλλίωι Σαραπίωνι ὅσπερ μετήλλαχεν δάνεια δύο κατὰ συγχωρήσειςσυγχωρήσιν τὰς διὰ τοῦ αὐτοῦ κριτηρίου γεγονυίας τῶι ἔτει Καίσαρος Μεχεὶρ μίαν μὲν Μεχεὶρ δραχμῶν τετρακοσίων, τὴν δὲ ἑτέραν τῶι Φαμενὼθ δραχμῶν ἑκατὸν πεντήκοντα εἰς τὰς ἐπὶ τὸ αὐτὸ δραχμὰς φν ἐπὶ λόγωι παρὰ Σαραπίωνος ἀργυρίου δραχμὰς διακοσίας εἴκοσι δύο Μάρκου καὶ Ἰσιδώρας καὶ εἰς μενον, ἐκπεπληρῶσθαι δὲ καὶ τοῖς ἀμφοτέρων τῶν δανείων τόκοις μέχρι Φαμενὼθ τοῦ ἐνεστῶτος ιζ ἔτους Καίσαρος διὰ χειρὸς ἐξ οἴκου, ὥστε λοιπὰς ὀφείλεσθαι αὐτῶι Γαίωι Ἰουλίωι Φιλίωι ὑπό τε τοῦ Μάρκου καὶ τῆς Ἰσιδώρας ἀργυρίου δραχμὰς τριακο σίας εἴκοσι ὀκτώὀκτώι, ἃς καὶ κομισάμενος ὁ Φίλιος καὶ δεκαστην μητεκα ἐν ᾧ μεμέρικεν αὐτοῖς χρόνωι μηνῶν δύο ἀπὸ Φαρμοῦθι τοῦ αὐτοῦ ἔτους λύσιν ποιήσασθαιποήσασθαι τῶν προκειμένων δανειστικῶν συγχωρήσεων δύο καὶ ἀναδώσειν τῇ Ἰσιδώρᾳ ἢ τῶι καταβαλόντι αὐτῶν ἃς εἴληφεν παρʼ αὐτῆς ἐν ὑπαλλάγματι ἀσφαλείας ἀσφαλείας δύο ἀντίγραφόν τε συγχωρήσεως καὶ διαθή κην κατὰ τοῦ ὑπάρχοντος αὐτῇ δούλου Ζωσίμου οἷα καὶ εἴληφεν, ἐὰν δὲ μὴ ἀποδῶσιν οἱ ὑπόχρεοι Μᾶρκος καὶ Ἰσιδώρα διελθόντων τῶν δύο μηνῶν τὰς τοῦ ἀργυρίου δραχμὰς τκη καὶ ταύτης γείνεσθαι τὴν πρᾶξιν τῷ Γαίωι Ἰουλίωι ΦιλίωιἸουλίωι Φιλίωι ἔκ τε αὐτῶν τῶν δύο ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ ὁποτέρου οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων, ἔτι δὲ καὶ ἐκ τοῦ δούλου Ζωσίμου καὶ ἐκ τῶν ἄλλων αὐτοῖςαὐτς ὑπαρχόντων ταῖς προκειμέναις συνχωρήσεσιν ἀκολούθως, ἐὰν δὲ συν βῇ τὸν δοῦλον διαδρᾶναι ἢ καὶ παθεῖν τι ἀνθρώπινον, καὶ οὕτως εἶναι τὰ ὀφειλόμεναὀφιλόμενα ἀκίνδυνα παντὸς κινδύνου ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσιν πίστεων πασῶν σκέπης πάσης. ἔτους ιζ Καίσαρος Φαρμοῦθι ιβ.Cross-references (3)
- TM-Text 18595 primary
- DDbDP-Text bgu;4;1149 tier-1
- HGV-Text 18595 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.