no image
DDbDP-text
Abkommen über Rückgabe verpfändeten Ackers, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18608.
Each record below describes this same artifact or text from a different angle.
Πρωτάρχῳ παρὰ Ὤλου Κορνηλίου Ἰδαίου καὶ παρὰ Κορνηλίας Τατίας τῆς Κορ νηλίου μετὰ κυρίου τοῦ μητραδέλφου Λευκίου Καλλίου Παίωνος. συνχωρεῖ ἡ Κορνηλία κομισαμένη παρὰ τοῦ Ὤλου Κορνηλίου Ἰδαίου ἐν μησὶν ὀκτὼ ἀπὸ Χοιὰκ τοῦ ἐνεστῶτος κβ ἔτους Καίσαρος ἃς ὀφείλει αὐτῇοὗτος ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ὀγδοήκοντα ἀτόκους εὐθέως ἀντιπαραχωρήσειν αὐτῶι Ὤλωι ἢ οἷς ἐὰν συντάσσῃ διὰ δημοσίου ἀρχείουἀρχήου ἣν παρακεχώρηται παρʼ αὐτοῦ ἡ Κορνηλία κατὰ συγχώρησιν διὰ τοῦ κριτ κατα λογείου τῶι κα ἔτει Καίσαρος Παῦνι γῆν χέρσον ἀμπελῖτιν ἀρουρῶν πέντε ἢ ὅσαι ἐὰν ὦσιν ἐπὶ τὸ πλέον ἢ ἔλαττον ἐν τοῖς ἐδάφεσιν Ἄρεως θεοῦ μεγίστου περὶ κώμην Θῶλθιν τοῦ περιτειχίστου τῆς Ἑπτακω μίας τοῦ Σεβεννύτου, ὧν αἱ γείτνιαι διὰ τῆς συγχωρήσεως δηλοῦνται, κατὰ μηδὲν ὑπερθεμένη· ἐὰν δὲ τοῦ χρόνου ἐνστάντος ὁ Ὦλος μὴ ἀποδιδῷ τὰς τοῦ ἀργυρίου δραχμὰς π, μένειν περὶ ἑαυτὴνἑατὴν Κορνηλίαν τὴν ἐξουσίαν καὶ ἐγλογὴν ἑαυτὸν πράσσειν τὸ κεφάλαιον ἢ ἀντὶ τούτου κρατεῖν καὶ κυριεύειν τῶν παρα κεχωρημένων αὐτῇ καθὼς πρόκειται μὴ προσδεηθεῖσαν μηδεμιᾶς διαστολῆς ἢ προσκλήσεως· ἐὰν δὲ καὶ ἐν τῷ μεταξὺ συμβῇ περὶ τὴν γῆν αἰτία τις τυγχάνουσατυνχανος, οὐδέν ἐσταιἐστι πρὸς τὴν Κορνηλίαν, μενεῖ δὲ ἡ ὀφειλὴὀφιλὴ ἀκίνδυνος παντὸς κινδύνου, τὰ δὲ εἰς τὸ δημόσιον τελούμενα ἀπὸ τοῦ νῦν μέχρι τῆς τοῦ ἀργυρίου ἀποδόσεως εἶναι πρὸς τὸν Ὦλον διὰ τὸ ἐπὶ τοῦτον αἱ βλάβαι· ἐὰν δὲ καὶ τοῦ Ὤλου ἑτοίμου ἔχοντος ἐν τῷ προκειμένῳ χρόνῳ καταβαλεῖν τὰς τοῦ ἀργυρίου δραχμὰς π ἡ Κορνηλία μὴ ἀντιπαρα χωρήσῃ τὴν γῆν, ἐξεῖναι αὐτῷ θεματίσαντι ἐπὶ τράπεζαν ἔνθεσμον τὰς τοῦ ἀργυρίου δραχμὰς π εἰς τὸ αὐτῆς ὄνομα κρατεῖν καὶ κυριεύειν τῶν πέντε κα θότι καὶ πρότερον ἀπαραποδίστῳ ὄντι, καὶ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἔτι καὶ αιτον π ὑπὲρ τοῦ ἐσομένου δαπανήματος καὶ ἄλλας ἀργυρίου δραχμὰς σ καθάπερ ἐκἐγ δίκης. ἔτους κβ Καίσαρος Χοιὰκ ια δίκης. ἔτους κβ Καίσαρος Χοιὰκ ια.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.