no image
DDbDP-text
Saatquittung eines Klerospächters via HGV-meta
Receipt for seed barley for a cleruch's plot. A double-written receipt for seed grain from the Oxyrhynchite nome, 257 BC. Dionysios son of Apidoros of Naukratis acknowledges receiving from the nomarch's agent 20 artabas of barley as seed (substituted for arakos and olyra) for the plot of Pyrrhias for year 30; another man signs for him. machine translation
Linked by Trismegistos ID
TM 2663.
Each record below describes this same artifact or text from a different angle.
[int]
[… ? lines lost …]
Φιλαδέλφου Δημονίκης τῆς Φίλωνος μηνὸς Θωῦθ
ἔχει Διονύσιος Ἀπιδώρου Ναυκρατίτης τῶν ἐπέργων
παρʼ Ἀπολλωνίδου τοῦ παρʼ Ἀπολλωνίδου νομάρχου τοῦ
Ὀξυρυγχίτου νομοῦ ἐκ τῆς πρότερον […]ωνσιος ἄνω τοπαρχίας
ἐκ τῆς πρότερον οὔσης Σιμαρίστου διοκήσεως σπέρμα
εἰς τὸν Πυρρίου κλῆρον τῶν Φιλάγρου εἰς τὸ λ ἔτος ἀντὶ ἀράκου
ἀρταβῶν ι κριθῆς ι καὶ ἀντὶ ὀλυρῶν ἀρταβῶν ιε κριθῆς ι
γίνονται κριθῆς κ σῖτον καθαρὸν ἄδολον μέτρωι παραδοχικῶι.
[ext]
βασιλεύοντος Πτολεμαίου τοῦ
Πτολεμαίου Σωτῆρος ἔτους κθ
ἐφʼ ἱερέως Ἀντιόχου τοῦ Κέββα Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου
Ἀρσινόης Φιλαδέλφου Δημονίκης τῆς
Φίλωνος μηνὸς Θωῦθ ἔχει Διονύσιος
Ἀπιδώρου Ναυκρατίτης τῶν ἐπέργων παρʼ Ἀπολλωνίου τοῦ παρʼ Ἀπολλωνίδου νομάρχου τοῦ Ὀξυρυγχίτου
νομοῦ ἐκ τῆς πρότερον οὔσης Σιμαρίστου διοικήσεως σπέρμα εἰς τὸν
Πυρρίου κλῆρον τῶν Φιλάγρου εἰς τὸ
λ ἔτος ἀντὶ ἀράκου ἀρταβῶν ι κριθῆς
ἀρτάβας ι καὶ ἀντὶ ὀλυρῶν ἀρταβῶν ιε κριθῆς ἀρτάβας ι
γίνονται κριθῶν κ σῖτον καθαρὸν
ἄδολον μέτρωι παραδοχικῶι.
Ἐπαίνετος Εὐαγγελεὺς ἰδιώτης
τῶν Φιλάγρου· συνέταξέ μοι Διονύσιος Ἀπιδώρου χειρογράφησον περὶ
αὐτοῦ ὅτι ἔχει τὰς εἴκοσι ἀρτάβας
τῶν κριθῶν κατὰ τὰ
προγεγραμμένα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.