no image
DDbDP-text
[… 1 line lost …]
[…]…στρ[…]φ[…]εμυ[…]
[…]των[…]ντων ἐξειληφότων τὴν θήραν τῶν ἀγρίων
ὄρνεων εἰς τὸ ζ ἔτος τῆς τε
προγεγραμμένης κώμης
ὁμοίως δὲ καὶ Εὐημερίας, ὑπολιπομένων ἡμῶν κατὰ κοινὸν τόπους, ἐν οἷς ἔδει ἡμᾶς
στήσαντας τὰ λίνα θηρεύσαντας τὰ ἐν αὐτοῖς κοιτάζοντα
ὄρνεα ἀποδοῦναι τὸν καθήκοντα φόρον, τῆι δὲ νυκτὶ τῆι φερούσηι εἰς τὴν η τοῦ Τῦβι τοῦ ζ ἔτους
προσαγγελέντος ἡμῖν Γενναίου τοῦ […]οτου τῶν ἐκ τῆς αὐτῆς κώμης, ὃς καὶ συνθηρεύει ἡμῖν,
καταβεβηκότος ἄνευ τῆς ἡμετέρας γνώμης καὶ θηρεύοντος
ἐν αἷς ὑπολελείμμεθα κοίταις,
ὅθεν παρʼ αὐτὸν τὸν καιρὸν προσορωρότες καὶ λαβόντες Ἁρμάιν
φυλακίτην καὶ Πύρρον Πεταῦτος φυλακίτου υἱὸν ἐπελθόντες
ἐπὶ τοὺς προδεδηλωμένους
τόπους παρεδώκαμεν τόν τε
Γενναῖον ὁμοίως δὲ καὶ τὰ λίνα
αὐτοῦ ἑσταμένα· ἐπεὶ οὖν διὰ
τὴν δηλουμένην αἰτίαν τυγχάνομεν βεβλαμμένοι εἰς κερκὴρ εἰς
λόγον υ, προσαγγέλλομέν σοι
ὅπως ἀναχθῆι ἐφʼ Ἡλᾶν τὸν ἐπιστάτην τῶν φυλακιτῶν καὶ
τύχηι τῆς προσηκούσης
ἐπιπλήξεως καὶ πραχθῆι τὰ δηλούμενα βλάβη, ἵνα δυνώμεθα ἀπροφασίστως τὸν φόρον ἀναπληρῶσαι.
ἔτους ζ Τῦβι …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.