no image
DDbDP-text
[r,ctr]
δραν[…]
καὶ τὸν δηλούμενον φύλακα
προσεμαστίγωσαν αἷς εἴχοσαν ῥάβδοις κραναΐναις ἐπὶ
τὸ ἔδαφος ῥίψαντες αὐτὸν
ὥστʼ ἂν δεινῶς διακεῖσθαι ὑπὸ τῶν πληγῶν. ἐπεὶ οὖν ταῦτα διαπεπραγμένοι εἰσὶν ἀποστατικῶς διακείμενοι τά τε κτήνη ἀπεβιάσαντο καὶ ᾤχοντο ἔχοντες βουλόμενοι ἃ εἴησαν
ἐπιτετηδευκότες διασκεδάσαι, ὅθεν καὶ ὑπʼ αὐτὸν τὸν κ[…]…εσ…ν προσαγγέλλω οὖν
[r,ms]
Ἰμούθει
φυλακίτῃ
[r,ctr]
ὅπως ἐπελθὼν ἐπίδηι τὸ
γεγονὸς βλάβος τά τε κτήνη
ἀσφαλίσηι καὶ τὸν Πετεσοῦχον σὺν τῶι Ὀννώφρει
ἐξαποστήσηι ἐφʼ οὓς καθήκει,
ἵνα τύχωσιν τῆς ἁρμοζούσης
ἐπιπλήξεως ει…
ἐπαναγκασθῶσιν ἐκτεῖσαι
τὸ βλάβος, ἐπιδέδωκα δὲ
καὶ τοῖς εἰθισμένοις.
ἔτους […]
[v]
ἀντίγραφον προσανγελίας κατὰ Πετεσούχου καὶ Ὀννώφριος …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.