Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.7.1564

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀντίγραφον ἐπιστάλματος. Ἀμμώνιος Πολυδεύκους καὶ Συρίων Ἡρᾶ καὶ Ἡρακλείδης Ἡρακλείδου οἱ γ ἱματιοπῶλαιἱματιοπαραλῆμπταιἱματοπαραλῆμπται καὶ ἑρμηνεῖςἙρμῆς ἀγορᾶς μητροπόλεωςἀγορᾶςἀγορανομήσας Ἡρακλείδῃ τραπεζίτῃτραπεζίτῃ χαίρειν. χρημάτισον Ἡρακλείδῃ Ὡριγᾶτος καὶ Ἥρωνι ἀπελευθέρῳ Ποπλίου Μηουίου καὶ Διοσκόρῳ ἀπελευθέρῳ τοῦ μεγίστου θεοῦ Σαράπιδος γερδίοις κώμης Φιλαδελφείας ὥστε αὐτοῖς καὶ τοῖς λοιποῖς γερδίοις τῆς αὐτῆς κώμης ἐξ ἀλληλεγγύης πα· εἰς προχρείαν τιμῆς ἱματισμοῦ ἀπὸ τοῦ κελευσθέντος ὑπὸ Ἀουιδίου Ἡλιοδώρου τοῦ κρατίστου ἡγεμόνος κατασκευασθῆναι εἰς μὲν χρείας τῶν ἐν Καππαδοκίᾳ στρατευμάτων χιτῶνοςχιθῶνος λευκοῦ ζωστοῦ ἑνὸς μήκους πήχεων γ 𐅵 πλάτους πήχεων γ δακτύλων δ ὁλκῆς μνῶν γ 𐅵 δ ἐπὶ λόγου ἐκ δραχμῶν κδ, συριῶν λευκῶν τεσσάρων μήκους ἑκάστης πήχεων ϛ πλάτους πήχεων δ ὁλκῆς μνῶν γ 𐅵 δ ἐπὶ λόγου ἑκάστης ἐκ δραχμῶν κδ γίνονται δραχμαὶ ϙϛ γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ρκ, εἰς δὲ χρείας τοῦ ἐν τῇ Σεβαστῇ παρεμβολῇ ὑγιαστηρίου λώδικος λευκῆς ἁπλῆς μιᾶς μήκους πήχεων ϛ πλάτους πήχεων δ ὁλκῆς μνῶν δ ἐπὶ λόγου δραχμῶν κη γίνονται ἐπὶ τὸ αὐτὸ τοῦ ἐπιστάλματος ἀργυρίου δραχμαὶ ρμη, ἀπὸ δὲ τῶν τῆς προχρείας τῶν λωδίκων δραχμὰς κη ὑπελογήθησαν εἰς τὸν κυριακὸν λόγον ρ δραχμὰς ϛ , ἐφʼ ᾧ ποιήσουσι τὸν ἱματισμὸν ἔκ τε καλῆς καὶ μαλακῆς καὶ λευκοτάτης ἐρεᾶς χωρὶς παντὸς ῥύπου εὐυφῆ εὐπαγῆ εὔσημα ἀρεστὰ ἀσινῆ μὴ ἀποδέοντα τῆς ὑπὲρ αὐτῶν ἐξωδιασθείσηςἐξωδιασθίσης αὐτοῖς εἰς προχρείαν τιμῆς. ἐὰν δέ τι ἐξ αὐ τῶν ἐπὶ τῆς παραδόσεως ἀπολέγῃ ἢ ἐλάσσονος συντιμηθῇ, ἀποδώσουσι ἐξ ἀλληλεγγύης τῶν μὲν ἀπολεγόντων τὴν τιμὴν μετὰ καὶ τῶν τελῶν καὶ δαπανῶν, τῶν δʼ ἐλάσσω τὸ ἀποδέον, ἃ καὶ παραδώσουσι ἐν τάχειτάχι ἔχοντα τὰ προκείμενα μέτρα καὶ ὁλκὴν χωρὶς ἄλλων ὧν ὀφείλουσιὀφίλουσι δημοσίων ἱματισμῶν. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Θῶθ ιβ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.