no image
DDbDP-text
Quittung über Bezahlung für einen Schiffsbau, in Form eines Handscheins via HGV-meta
Linked by Trismegistos ID
TM 30953.
Each record below describes this same artifact or text from a different angle.
χαίρειν. ὁμολογῶ ἀπεσχηκέναι παρʼ ὑμῶν τοὺς μισθοὺς τῆς ναυπηγικῆς ἐργασίας καὶ τῶν σὺν ἐμοὶ ἐργαζομένων ναυπηγῶν καὶ τὰς σπονδὰς καὶ πάντα ἁπαξαπλῶς τὰ διαφέ ροντα τῇ ναυπηγικῇτῇ ναυπηγίᾳ ἢ ἐργασίᾳ πλήρη, οὗ κατεσκεύασα ὑμῖν ἀμφοτέροις κοινῶς ἐξ ἴσου κατὰ τὸ ἥμισυ ἐφʼ ὅρμου τῆς Ἀντι νοέων λαμπροτάτης πόλεως πλοίου Ἑλληνικοῦ ἀγωγῆς ἀρταβῶν διακοσίων πλειόνων ἢ ἐλασσόνων, οὗ μέτρα μήκους πηχῶν δεκαεννέα τριάκοντα , πλάτους πηχῶν ἕξ , εὔρουςε πηχῶν τριῶν , καὶ οὐδὲν ὑμῖν ἐγκαλῶ οὐδʼ ἐγκαλέσω περὶ μισθῶν ἢ σπονδῶν ἢ ἄλλου τινὸς ἁπαξαπλῶς πράγματος διαφέροντος τῇδε τῇ ναυπηγικῇναυπηγίᾳ ἢ ἐργασίᾳ τὸ ναυπηγικὸν ιον, ὅπερ ἐπὶ ὑπογραφῇ δημοσίων εραιαπος τυνι ωερτορ Δημητρίου ἀπέσχον τοὺς μισθοὺς καὶ τὰς σπονδὰς πλήρης καὶ οὐδὲν ἐνκαλῶ οὐδὲ ἐνκα λέσω, ὡς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.