Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.8.1731
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
κε Θέρσανδρος Χάρηι ὁμολόγιον. ἔτους τεσσαρεσκαιδεκάτου μηνὸς νι πέμπτῃ καὶ εἰκάδι ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν. ὁμολογεῖ Θέρσανδρος Ἀπολλωνίου Μακεδὼν τῶν κατοίκων ἱππέων Χάρηι τῶν ἐκ κώμης ντ κατοίκων ἱππέων εὐδοκεῖν τὸν Θέρσανδρον τῆι γεγονυίαι τῶι Χάρηι μετεπιγραφῆι ὧν παρακεχώρηκεν αὐτῶι ἀπὸ τοῦ ὑπάρχοντος αὐτῶι κλήρου τὰς πρὸς τηριν ἀρούρας δέκα ἐν δυσὶ κλήροις Πολέμωνος ἄρουραι πέντε καὶ ἐν τῶι Ἐλωΐου ἄρουραι πέντε , ὧν σχοινισμὸς νότον ἐπὶ βορρᾶν λιβὸς ἐπʼ ἀπηλιώτην ων ην βασιλικο λιβὸς βασιλικὴ γῆ ἀπηλιώτου ἀνθʼ ὧν πεποίηται ὁ Χάρης τῶι Θερσάνδρωι εὐχρηστιῶν εἴς τε τοὺς στεφάνους καὶ τὰ ἄλλα βασιλικὰ τοῦ κλήρου ἀκολούθως ταῖς διὰ τοῦ ἱππικοῦ λογιστηρίου οἰκονομίαις ἐφʼ ὧι παρέξεται Θέρσανδρος τὰς δηλουμένας ἀρούρας καθαρὰς ἀπὸ παντὸς βασιλικοῦ καὶ ἰδιωτικοῦ ὀφειλήματος καὶ τῶν ἄλλων πάντων ἐκ τῶν ἐπάνω χρόνων ἕως τριακάδος τοῦ Μεσορὴ τοῦ τεσσαρεσκαιδεκάτου ἔτους, ἀπὸ δὲ ἄλλων παραχωρήσεων εἰς τὸν ἀεὶ χρόνον, βεβαιῶν πάσηι βεβαιώσει συνευδοκεῖ δὲ τῆι παραχωρήσει τῶν ἀρουρῶν ἡ τοῦ Θερσάνδρου γυνὴ Ἡρακλεία τοῦ δεῖνος μετὰ κυρίου τοῦ αὐτοῦαὑτῆςαὑτοῦ ἀνδρὸς καὶ ἀδελφοῦ. ἐὰν δὲ Θέρσανδρος καὶ Ἡρακλεία ἢ ἄλλος ὑπὲρ αὐτῶν ρως συνκεχωρημένα καὶ κακοτεχνῶσι καθʼ ἃ γέγραπται, τὰ μὲν διωμολογημένα κύρια ἔστω, ἡ δʼ ἐσομένη ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτεισάτωσαν Θέρσανδρος καὶ Ἡρακλεία καὶ ὁ ὑπὲρ αὐτῶν ἐπελθὼν παρασυγγραφῶσι ἐπίτιμον χαλκοῦ νομίσματος τάλαντα πεντήκοντα καὶ μηδὲν ἧσσον ἡ παραχώρησις κυρία ἔστωἔστωι καθότι ἑκόντες συνεχώρησαν. Θέρσανδρος ὡς ἐτῶν η μέσος μελίχρως Ἡρακλεία ὡς ἐτῶν Χάρης ὡς ἐτῶν δ μέσος μCross-references (3)
- TM-Text 4814 primary
- DDbDP-Text bgu;8;1731 tier-1
- HGV-Text 4814 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.