Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.8.1734
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους μηνὸς ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν. ὁμολογεῖ Πτολέμα μετὰ κυρίου τοῦ πατρὸς Πτολεμαίου τοῦ τῶν κατοίκων ἱππέων ος χεν τ ου τῶν κατοίκων ἱππέων ὀρφανοῦ Φιλοξένῳ τῶν κατοίκων ἱππέων εὐδοκεῖν τῆι γεγονυίαι τῶι Φιλοξένωι μετεπιγραφῆι καὶ ταῖς ἄλλαις οἰκονομίαις, ὧν παρακεχώρηκεν αὐτῶι ἀπὸ τῆς ὑπαρχούσης περὶ Τιλῶθιν γῆς ἀρουρῶν δέκα ἕξ , αἵ εἰσιν ἐν μὲν τῶι Νικάνορος κλήρωι ἄρουραι ὀκτὼ καὶ ἀπὸ τῆς ἐν τῷ νότωι Πολέμωνος καὶ Περιγένου γῆς ἐπὶ βορρᾶνβορρᾶ μέχρι τῆς χέρσου καὶ Ἀλεξάνδρου κλήρου ἐπʼ ἀπηλιώτην εἰς ἀναπλήρωσιν τῶν ὀκτὼ ἀρουρῶν γινομένης τω ἐν Τιλώθει Φιλώτου προπυργίου αὐτῶι Φιλοξένωι καὶ ἐκγόνοις ἐπὶ τὸν ἅπαντα χρόνον, ἀνθʼ ὧν ἔσχεν ὁ προσεσημασμένος τοῦ ὀρφανοῦ πατὴρ εἴς τε τοὺς στεφάνους καὶ τὰ ἄλλατἆλλα τοῦ κλήρου βασιλικὰ εὐχρηστιῶν, παρέξεσθαι δὲ τῶι Φιλοξένωι τὴν γῆν καθαρὰν ἀπὸ μὲν βασιλικῶν τῶν μετὰ τὸντου δεύτερονδευτερου , ἀπὸ δὲ ἄλλων παραχωρήσεων ἐπὶ τὸν ἅπαντα χρόνον. ὑπὲρ ὧν καὶ τυγχάνει Πτολέμα ἐπιδεδωκυῖα Ἀρχιβίωι τῶι πρὸς τῆι συντάξει τῶν κατοίκων ἱππέων ὑπόμνημα, διʼ οὗ προενήνεκται ἕτερά τε καὶ τὸν τοῦ ὀρφανοῦ πατέρα τετελευτηκέναι μηδὲ δεδυνῆσθαι τὴν γῆν εἰ μὴ ἐλασσόνων παντελῶς ἐκφορίων μισθοῦσθαι, ἃ μὴ διαποιεῖνδιαποεῖν εἰς τὰ τοῦ κλήρου βασιλικὰ μετεπιγραφὴ καὶ παράδειξις γέγονεν τῶι Φιλοξένωι τῶν προγεγραμμένων ἀρουρῶν. καὶ μὴ ἐπελεύσεσθαι Πτολέμαν μηδʼ ἄλλον ὑπὲρ αὐτῆς μηδένα ἐπὶ Φιλόξενον μηδʼ ἐπὶ τοὺς παρʼ αὐτοῦ, περὶ ἧς ὁμολογεῖ ἡ Πτολέμα παρακεχω ρῆσθαι αὐτῶι γῆς μηδὲ μέρους, μηδʼ ἄλλωι τρόπωι ἐνστήσεσθαι μηδενὶ τῶι Φιλοξένωι ἢ τοῖς παρʼ αὐτοῦ. τὸν δὲ ἢ ἄλλον ἐνιστάμενον τούτοις προσομολογεῖ Πτολέμα ἀποστήσειν τοῖς ἰδίοις ἀνηλώμασι, ὁμολογεῖ δὲ βεβαιώσειν τὴν προκειμένην γῆν πάσηι βεβαιώσει. ἐὰν δὲ μὴ βεβαιώσῃ τὴν γῆν καθότι προγέγραπται ἢ μὴ ἀποστήσῃ ἢ ἐπελεύσηται ἡ Πτολέμα ἐπὶ τοὺς ἐνοχλοῦντας ἢ ἀπαιτοῦντάς τι περὶ τῆς γῆς ἢ περὶ μέρους ἐνισταμένους τῷ Φιλοξένῳ ἢ τοῖς παρʼ αὐτοῦ τρόπωι ὡιδηποτοῦν, τὰ μὲν διωμολογημένα καὶ ᾠκονομημένα διὰ τῆς συγγραφῆς καὶ τῶν ἄλλων οἰκονομιῶν κύρια ἔστω, ἡ δʼ ἔφοδος ἄκυρος καὶ προσαποτεισάτω Πτολέμα ἢ ὁ ἐπελθὼν ὑπὲρ αὐτῆς ἢ παρʼ αὐτῆς παρασυγγραφῶν ἐπί τι τῶν προγεγραμμένων χαλκοῦ τάλαντα διακόσια καὶ τὸ βλάβος καὶ ουεαναιπητος καὶ εἰς τὸ βασιλικὸν χαλκοῦ τάλαντα διακόσια τῆς πράξεως οὔσης καθάπερ ἐκἐγ δίκης καὶ μηδὲν ἧσσον κύρια ἔστω τὰ διωμολογημένα καὶ ᾠκονομημένα. ἡ συγγραφὴ ἥδε κυρία. Πτολέμα ὡς ἐτῶν κ μέση μελίχρως στρογγυλοπρόσωπος εὔσημος ὀφθαλμῶι ἀριστερῷ. Πτολεμαῖος ὡς ἐτῶν νε ἐλάσσωνἐλασσω ἢ μέσος μελίχρως τετανὸς στρογγυλοπρόσωπος Φιλόξενος ὡς ἐτῶν ν εὐμεγέθης μελάγχρως κλαστὸς στρογγυλοπρόσωπος ε ιξι Ὀξυρυνχ αθης καὶ κα τας τῶν τρ προειρημένοιςCross-references (3)
- TM-Text 7327 primary
- DDbDP-Text bgu;8;1734 tier-1
- HGV-Text 7327 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.