Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.8.1735

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Τρύφων καὶ ἄλλος ἔτους ἑκκαιδεκάτου μηνὸς Ξανδικοῦ Μεχεὶρ ὀγδόῃ ἐν Ἡρακλέους πόλει ὀμνύω βασιλέα Πτολεμαῖον τὸν καὶ Ἀλέξανδρον θεὸν Φιλομήτορα καὶ βασίλισσαν Βερενίκην τὴν ἀδελφὴν θεὰν Φιλάδελφον καὶ θεὰν Εὐέργετιν καὶ θεὸν Εὐεργέτην καὶ θεὸν Νέον Φιλοπάτορα καὶ θεὸν Φιλομήτορα καὶ θεὸν Εὐπάτορα καὶ θεὸν Ἐπιφανῆ καὶ θεοὺς Φιλοπάτορας καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας καὶ τὸν Σάραπιν καὶ τὴν Ἶσιν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας. Τρύφων ατου Πέρσης τῶν τουατε κατοίκων ἱππέων Πέρσηι τῶν αὐτῶν κατοίκων ἱππέων καὶ συναριθμηθέντι ἐνμενεῖν καὶ ποιήσειν σοί τε καὶ τοῖς παρὰ σοῦ πάντα τὰ κατὰ τὴν συγγραφήν, ἣν τέθειμαί σοι ἅμα τῆι χειρογραφίᾳ ταύτῃ, καθʼ ἣν ἀνωμολόγημαι εὐδοκεῖν τῆι γεγονυίαι σοι μετεπιγραφῇ ἀπὸ τοῦ κλήρου μου περὶ ὧν παρακεχώρ ημαί σοι ἀρουρῶν δέκα ὀκτὼ ὧν ὅ τε σχοινισμὸς καὶ οἱ γείτονες δηλοῦνται διὰ τῆς συγγραφῆς, ἀνθʼ ὧν ηὐχρήστηκας εἰς τὰ τοῦ κλήρου βασιλικὰ τεμου καὶ παρέξεσθαι καθαρὰς ἀπὸ βασιλικῶν πάντων καὶ ἰδιωτικῶν ὀφειλημάτων καὶ τῶν ἄλλων ἐκ τῶν ἐπάνω χρόνων μέχρι τῶν τῆς μετεπιγραφῆς χρόνων, ἀπὸ δὲ ἄλλων παραχωρήσεων ἐπὶ τὸν ἀεὶ χρόνον βεβαιῶν πάσῃ βεβαιώσει ἔντευξιν

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.