Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.8.1736

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ε ἔτους τετάρτου μηνὸς Ἀπελλαίου Φαῶφι πέμπτῃ ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν. ὀμνύω βασιλέα Πτολεμαῖον καὶ βασίλισσαν Κλεοπάτραν τὴν καὶ Τρύφαιναν θεοὺς Φιλοπάτορας καὶ Φιλαδέλφους καὶ θεὸν θεὰν Φιλομήτορα Φιλοπάτορα καὶ θεὸν Σωτῆρα καὶ θεὰν Εὐέργετιν καὶ θεὸν Εὐεργέτην καὶ θεὸν Νέον Φιλοπάτορα καὶ θεὸν Εὐπάτορακαὶ θεὸν Εὐπάτορακαὶ θεὸν Φιλοπάτορα καὶ θεὸν Φιλομήτορα καὶ θεοὺς Ἐπιφανεῖς καὶ θεοὺς Φιλοπάτορας καὶ θεοὺς Εὐεργέτας καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας καὶ τὸν Σάραπιν καὶ τὴν Ἶσιν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας. Ἀπολλώνιος Κάλλιδος Μακεδὼν τῶν κατοίκων ἱππέων Ἡρα κλείωι Ἡρακλείου Μακεδόνι τῶν κατοίκων ἱππέων ποιήσειν σοί τε καὶ τοῖς παρὰ σοῦ πάντα τὰ κατὰ τὴν τοῦ ὁμολογίου συγγραφήν, ἣν τέθειμαί σοι διὰ τοῦ αὐτοῦ ἀγορανομίου, καθʼ ἣν ἐξωμολόγημαι εὐδοκεῖν τῆι γεγονυίᾳ σοι μετεπιγραφῆι ἀπὸ τοῦ κλήρου μου περὶ κώμην ἀρουρῶν ε, ὧν σχοινισμὸς καὶ γείτνιαι δηλοῦνται διὰ τῆς συγγραφῆς, καὶ μηδὲν κακοτεχνήσειν τῶν διὰ τῆς συγγραφῆς ἢ ἐν τῆι χειρογραφίᾳ γεγραμμένων μηδὲ κατάστασιν ποιήσειν σοί τε καὶ τοῖς παρὰ σοῦ μηδʼ υ μηδʼ ἄλλον ὑπὲρ ἐμαυτοῦ ἐπὶ μηδενὸς κρι τηρίου περί τι τῶν κατὰ τῆς γῆς ταύτης. ἐὰν δέ τι παραβαίνω τῶν ἐν τῆι χειρογραφίαι ταύτηι γεγραμμένων, ἡ μὲν παραχώρη σις κυρία ἔστω ἔτους δ Φαῶφι ε Ἀπολλώνιος Ἡρακλείωι χειρογραφία.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.