no image
DDbDP-text
Ἀμμωνίῳ. ἔτους ιη Ἐπεὶφ ιδ
[…] ἀντιγραφεῖ θησαυροῦ περὶ Τιλῶθιν.
ἐμβαλοῦ ὥστʼ εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν
κατὰ τὸν παρὰ Διονυσίου τοῦ συγγενοῦς καὶ
στρατηγοῦ καὶ ἐπὶ τῶν προσόδων χρηματισμὸν
εἰς τὴν σημαινομένην διατετάχθαι ὑπὸ
Ἀπολλοφάνου προστάτου καὶ Εὐδήμου γραμματέως
τῶν ἀπὸ Μέμφεως Ἱπποδρομιτῶν σκάφην
Ζαβδίωνος τοῦ Ἀρτεμιδώρου ἀγωγῆς Ασ
πυροῦ νέου ἀδόλου κεκοσκινευμένου
μέτρῳ συμβεβλημένωι πρὸς τὸ χαλκοῦν καὶ
σκυτάληι δικαίᾳ, ε ἐπιβιβασθέντων φυλακιτῶν κεκληρουχημένων τῶν μάλιστα
πιστὰ παρεχόντων, οἷς καὶ τὸ δεῖγμα κατεσφραγισμένον παραδοθήσεται ἔστιν οἷς ὤμοις
αὐτοῖςκαὶ παρακομ…ιτωι τοῦ πρὸς τῆι σιτηρᾶι τῆς ἐξαιρέσεως τὰς κατεσχημένας μετὰ τῆς τῶν ἐπίπλων γνώμης
χιλίας διακοσίας γίνονται πυροῦ ἀρτάβαι Ασ καὶ σύμβολα καὶ ἀντισύμβολα ποίησαι
πρὸς αὐτοὺς ὡς καθήκει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.