no image
DDbDP-text
τῶι δεῖνι ἀντιγραφεῖ τῆς βασιλικῆς τραπέζης
συμπροοῦ κατὰ τὸν παρὰ Διονυσίου
τοῦ συγγενοῦς καὶ στρατηγοῦ καὶ ἐπὶ τῶν προσόδων
χρηματισμὸν τοῖς ἀποτεταγμένοις
εἰς τὸν νομὸν Θηβαίων πενταρούρωνἀνδράσι υη
τὸ καθῆκον ὀψώνιον τοῦ Μεσορὴ τοῦ ιη ἔτους
ἑκάστῳ χαλκοῦ δραχμὰς Γ τὰ συναγόμενα χαλκοῦ τάλαντα
διακόσια τέσσαρα, γίνεται τάλαντα σδ
καὶσύμβολα καὶ ἀντισύμβολα ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει.
εἰς ἀντιγραφήν ἔτους ιη Μεσορὴ ιδSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.