no image
DDbDP-text
[r]
Ἡφαιστίων Πανίσκωι χαίρειν καὶ ἐρρῶσθαι. τοῦ παρὰ Κομανοῦ καὶ
Ἀνδρομάχου τῶν ἐν τῶι νομῶι ἱππάρχων κατοίκων ἱππέων ὑπομνήματος, διʼ οὗ προφέρονται συνεστάσθαι κατʼ αὐτῶν τὸν κατονομαζόμενον χρηματισμὸν ἐκκλήσεως, ἀντίγραφον ὑπόκειται. ἐάνπερ οὖν
ἦι ἀληθῆ, παράσχου αὐτοὺς ἀπερισπάστους, μέχρι ἂν ἀπὸ τῆς συναγωγῆς τῶν γενημάτων γένωνται. ἐπιμέλου δὲ σαυτοῦ.
ἔρρωσο ἔτους κγ Πανήμου ιγ Παχὼν ιγ
Ἡφαιστίωνι συγγενεῖ καὶ διοικητῆι καὶ πρὸς τῶι ἰδίωι λόγωι καὶ τοῖς προχείροις
παρὰ Κομανοῦ τοῦ[…]ίππου καὶ Ἀνδρομάχου τοῦ Ἀνδρομάχου ἱππάρχων ἐπʼ ἀνδρῶν τῶν ἐν τῶι
Ἡρακλεοπολίτηι κατοίκων ἱππέων. ὄντων ἡμῶν περὶ συναγωγὴν γενημάτων ἧς γεωργοῦμεν
περὶ[…]γῆς συκοφαντῆσαι ἡμᾶς καὶ διασεῖσαι προαιρούμενος Κτήσιππος τῶν ἐκ τοῦ
[…]οὐκ ἀπὸ τοῦ βελτίστου ἀναστρεφομένων πεπόρικεν χρηματισμὸν ἐκ τοῦ καταλογείου
ἐκκλήσεως[…]ἀποσπάσαι ἡμᾶς προαιρούμενος τοῦ ἀκμαιοτάτου καιροῦ ἐνεστῶτος παρὰ τὰ
[…]ὑπὸ σοῦ προστεταγμένα καὶ ἣν ποιῇ πρόνοιαν εἰς τὸ μηθένα περισπᾶν τῶν γεωργούντων
[…]ουν μὲν οὖν, σεμνότατε διοικητά, οὐκ …[…]πτοντες τοῦ δοῦναι καὶ
λαβεῖν δίκην[…]β […]…ιν ἀξιοῦμεν ἐὰν φαίνηται
[…]ων τοῦ νομοῦ … ἡμᾶς
[…]σθαι προσφωνήσῃ δὲ
[… ? lines lost …]
[v]
Κομανοῦ καὶ ἈνδρομάχουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.