no image
DDbDP-text
[… ? lines lost …]
εἰς ε[…]παρος παρα…[…]
ποιησαμένου ἀνέλυσαν. τῆι δʼ ἐχομένηι πλείονες μᾶλλον […]
κατήντησαν ἐπὶ τὴν τοῦ ν[…]…γει…[…] πύλην καὶ ἐπεβοῶντο τὰς
βασιλίσσας καὶ δυνάμεις. τοῦ δὲ στρατηγοῦ σὺν Χαιρέαι τῶι εἰσαγωγεῖ καὶ
τοῖς παρεπιδημοῦσιν ἀπʼ Ἀλεξανδρείας καταντήσαντες πάλιν ἔμαθον
ἕτερα πλεῖστα ἀδικήματα ὑπὸ τῶν περὶ τὸν Ἑρμαΐσκον εἰς ἕνα καὶ
ἕκαστον συντελούμενα. ἐνίσταντο δὲ μηδενὸς ἀντιλήμψεσθαι μήτε τῶν
ἰδιωτικῶν μήτε τῶν βασιλικῶν, εἰ μὴ τοῦ στρατηγοῦ προσανενεγκόντος
ἐπὶ τὰς βασιλίσσας καὶ τὸν διοικητὴν ἀνειρχθῶσι ἀπὸ τοῦ νομοῦ οἱ περὶ τὸν
Ἑρμαΐσκον. καὶ τοῦ στρατηγοῦ καὶ τῶν ἄλλων ἐπὶ πλεῖον παρακαλεσάντων
καὶ ἀναδεξαμένων τὰ ὑποδεδειγμένα προσανοίσειν, οὕτως ἀνέλυσαν. διʼ ὃ
ἀναφέρομεν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.